Ancient Greek
7.1.8 to 7.1.11
Chariton, De Chaerea et Callirhoe 7.1.8-11
Not analysed yet
Δοκεῖ δέ μοι τὸν ἅπαξ ὑφ’ ἡμῶν ὡρισμένον θάνατον εἰς ἄμυναν καταχρήσασθαι τοῦ τυράννου· καλὸν γὰρ λυπήσαντας αὐτὸν ἔργῳ ποιῆσαι μετανοεῖν, ἔνδοξον καὶ τοῖς ὕστερον ἐσομένοις διήγημα καταλείποντας ὅτι δύο Ἕλληνες ἀδικηθέντες ἀντελύπησαν τὸν μέγαν βασιλέα καὶ ἀπέθανον ὡς ἄνδρες.” “Πῶς οὖν” εἶπε Χαιρέας “ἡμεῖς οἱ μόνοι καὶ πένητες καὶ ξένοι τὸν κύριον τηλικούτων καὶ τοσούτων ἐθνῶν καὶ δύναμιν ἔχοντα, ὅσην ἑωράκαμεν, λυπῆσαι δυνάμεθα; τοῦ μὲν γὰρ σώματος αὐτῷ φυλακαὶ καὶ προφυλακαί, κἂν ἀποκτείνωμεν δέ τινα τῶν ἐκείνου, κἂν ἐμπρήσωμέν τι τῶν ἐκείνου κτημάτων, οὐκ αἰσθήσεται τῆς βλάβης.” “Ὀρθῶς ἂν” ἔφη Πολύχαρμος “ταῦτα ἔλεγες, εἰ μὴ πόλεμος ἦν· νῦν δὲ ἀκούομεν Αἴγυπτον μὲν ἀφεστάναι, Φοινίκην δὲ ἑαλωκέναι, Συρίαν δὲ κατατρέχεσθαι. Βασιλεῖ δὲ ὁ πόλεμος ἀπαντήσει καὶ πρὸ τοῦ διαβῆναι τὸν Εὐφράτην. Οὐκ ἐσμὲν οὖν οἱ δύο μόνοι, τοσούτους δὲ ἔχομεν συμμάχους, ὅσους ὁ Αἰγύπτιος ἄγει, τοσαῦτα ὅπλα, τοσαῦτα χρήματα, τοσαύτας τριήρεις. Χρησώμεθα ἀλλοτρίᾳ δυνάμει πρὸς τὴν ὑπὲρ ἑαυτῶν ἄμυναν.” Οὔπω πᾶν εἴρητο ἔπος καὶ Χαιρέας ἀνεβόησε “σπεύδωμεν, ἀπίωμεν. Δίκας ἐν τῷ πολέμῳ λήψομαι παρὰ τοῦ δικαστοῦ.”