# De Chaerea et Callirhoe 7.2.1-3

Chariton, De Chaerea et Callirhoe, 7.2.1 to 7.2.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chariton/de-chaerea-et-callirhoe/7.2.1

Ταχέως τοίνυν ὁρμήσαντες ἐδίωκον βασιλέα, προσποιούμενοι ἐθέλειν ἐκείνῳ συστρατεύεσθαι· διὰ γὰρ ταύτης τῆς προφάσεως ἤλπιζον ἀδεῶς διαβήσεσθαι τὸν Εὐφράτην. Κατέλαβον δὲ τὴν στρατιὰν ἐπὶ τῷ ποταμῷ καὶ προσμίξαντες τοῖς ὀπισθοφύλαξιν ἠκολούθουν. Ἐπεὶ δὲ ἧκον εἰς Συρίαν, ηὐτομόλησαν πρὸς τὸν Αἰγύπτιον, λαβόντες δὲ αὐτοὺς οἱ φύλακες ἐξήταζον τίνες εἶεν· σχῆμα γὰρ πρεσβευτῶν οὐκ ἔχοντες ὑπωπτεύοντο κατάσκοποι μᾶλλον. Ἔνθα καὶ παρεκινδύνευσαν, εἰ μὴ εἶς γέ τις Ἕλλην ἐκεῖ κατὰ τύχην εὑρεθεὶς συνῆκε τῆς φωνῆς· ἠξίουν δὲ ἄγεσθαι πρὸς βασιλέα, ὡς μέγα ὄφελος αὐτῷ κομίζοντες. Ἐπεὶ δὲ ἤχθησαν, Χαιρέας εἶπεν “ἡμεῖς Ἕλληνες ἐσμὲν Συρακούσιοι τῶν εὐπατριδῶν. Οὗτος μὲν οὖν εἰς Βαβυλῶνα φίλος ἐμὸς ὢν ἦλθε δι’ ἐμέ, ἐγὼ δὲ διὰ γυναῖκα, τὴν Ἑρμοκράτους θυγατέρα, εἴ τινα Ἑρμοκράτην ἀκούεις στρατηγὸν Ἀθηναίους καταναυμαχήσαντα.” Ἐπένευσεν ὁ Αἰγύπτιος,

---

Chariton, De Chaerea et Callirhoe, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0554.tlg001.local001/.
