Ancient Greek
Book 7, Chapter 3
Chariton, De Chaerea et Callirhoe 7.3.11
Not analysed yet
διὰ τοῦτο πειράσομαι πάντα πράττειν, ὥστε ὑμᾶς μὴ μετανοεῖν τὴν πρὸς ἐμὲ εὔνοιάν τε καὶ πίστιν ᾑρημένους. Ἀλλ’ ἔν τε τῷ παρόντι σὺν θεοῖς ἔνδοξοι καὶ περίβλεπτοι γενήσεσθε καὶ πλουσιώτατοι τῶν συμμάχων, εἴς τε τὸ μέλλον ὄνομα καταλείψετε τῆς ἀρετῆς ἀθάνατον καὶ πάντες ὡς τοὺς μετὰ Ὀθρυάδου τριακοσίους ἢ τοὺς μετὰ Λεωνίδου, οὕτως καὶ τοὺς μετὰ Χαιρέου ἀνευφημήσουσιν.” Ἔτι λέγοντος πάντες ἀνέκραγον “ἡγοῦ,” καὶ πάντες ὥρμησαν ἐπὶ τὰ ὅπλα.