Ancient Greek
7.5.13 to 7.5.15
Chariton, De Chaerea et Callirhoe 7.5.13-15
Not analysed yet
καὶ ἐν τῇ συμβολῇ ἠγωνίσατο λαμπρῶς, ἀεὶ μαχόμενος πλησίον βασιλέως, ἵνα αὐτὸν βλέπῃ, καὶ πρῶτος ἐτρέψατο τοὺς καθ’ αὑτόν· τότε δὲ τῆς φυγῆς μακρᾶς οὔσης καὶ συνεχοῦς ἡμέραις τε καὶ νυξίν, ὁρῶν ἐπὶ τούτοις λυπούμενον βασιλέα “μὴ λυποῦ” φησίν, “ὦ δέσποτα· κωλύσω γὰρ ἐγὼ τὸν Αἰγύπτιον· διαφυγεῖν, ἄν μοι δῷς ἱππεῖς ἐπιλέκτους.” Ἐπῄνεσε βασιλεὺς καὶ δίδωσιν· ὁ δὲ πεντακισχιλίους λαβὼν συνῆψε σταθμοὺς δύο ἡμέρᾳ μιᾷ, καὶ νυκτὸς ἐπιπεσὼν τοῖς Αἰγυπτίοις ἀπροσδόκητος πολλοὺς μὲν ἐζώγρησε, πλείονας δὲ ἀπέκτεινεν. Ὁ δὲ Αἰγύπτιος ζῶν καταλαμβανόμενος ἀπέσφαξεν ἑαυτὸν καὶ Διονύσιος τὴν κεφαλὴν ἐκόμισε πρὸς βασιλέα. Θεασάμενος δὲ ἐκεῖνος “ἀναγράψω σε” εἶπεν “εὐεργέτην εἰς τὸν οἶκον τὸν ἐμὸν καὶ ἤδη σοι δίδωμι δῶρον τὸ ἥδιστον, οὗ μάλιστα πάντων αὐτὸς ἐπιθυμεῖς, Καλλιρρόην . Κέκρικε τὴν δίκην ὁ πόλεμος. Ἔχεις τὸ κάλλιστον ἆθλον τῆς ἀριστείας.” Διονύσιος δὲ προσεκύνησε καὶ ἰσόθεον ἔδοξεν ἑαυτόν, πεπεισμένος ὅτι βεβαίως ἤδη Καλλιρρόης ἀνήρ ἐστι.