Ancient Greek
7.6.6 to 7.6.9
Chariton, De Chaerea et Callirhoe 7.6.6-9
Not analysed yet
Συνέβη δέ τι τοιοῦτον. Αἰγύπτιος στρατιώτης, ὁ πεπιστευμένος φυλάττειν τοὺς ἐν τῷ οἰκήματι, γνοὺς ἔνδον εἶναι τὴν βασιλίδα, κατὰ τὴν ἔμφυτον θρησκείαν τῶν βαρβάρων πρὸς τοὔνομα τὸ βασιλικὸν ἐγγὺς μὲν αὐτῇ προσελθεῖν οὐκ ἐτόλμησε, στὰς δὲ παρὰ τῇ θύρᾳ κεκλεισμένῃ· “θάρρει, δέσποινα” εἶπε, “νῦν μὲν γὰρ οὐκ οἶδεν ὁ ναύαρχος ὅτι καὶ σὺ μετὰ τῶν αἰχμαλώτων ἐνταῦθα κατεκλείσθης, μαθὼν δὲ προνοήσεταί σου φιλανθρώπως· οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ γυναῖκα ποιήσεται· φύσει γάρ ἐστι φιλογύναιος.” Ταῦτα ἀκούσασα ἡ Καλλιρρόη μέγα ἀνεκώκυε καὶ τὰς τρίχας ἐσπάραττε λέγουσα “νῦν ἀληθῶς αἰχμάλωτός εἰμι. Φόνευσόν με μᾶλλον ἢ ταῦτα ἐπαγγέλλου. Γάμον οὐχ ὑπομένω· θάνατον εὔχομαι. Κεντείτωσαν καὶ καέτωσαν, ἐντεῦθεν οὐκ ἀναστήσομαι· τάφος ἐμὸς ἔσται οὗτος ὁ τόπος. Εἰ δέ, ὡς λέγεις, φιλάνθρωπός ἐστιν ὁ στρατηγός, ταύτην μοι δότω τὴν χάριν· ἐνταῦθά με ἀποκτεινάτω.” Δεήσεις αὐτῇ πάλιν ἐκεῖνος προσέφερεν, ἡ δ’ οὐκ ἀνίστατο, ἀλλ’ ἐγκεκαλυμμένη πεσοῦσα ἐπὶ τῆς γῆς ἔκειτο. Σκέψις προύκειτο τῷ Αἰγυπτίῳ τί καὶ πράξειε· βίαν μὲν γὰρ οὐκ ἐτόλμα προσφέρειν, πεῖσαι δὲ πάλιν οὐκ ἐδύνατο. Διόπερ ὑποστρέψας προσῆλθε τῷ Χαιρέᾳ σκυθρωπός.