Ancient Greek
8.2.1 to 8.2.6
Chariton, De Chaerea et Callirhoe 8.2.1-6
Not analysed yet
Ἔτι δὲ νυκτὸς κατέπλευσέ τις Αἰγύπτιος οὐ τῶν ἀφανῶν, ἐκβὰς δὲ τοῦ κέλητος μετὰ σπουδῆς ἐπυνθάνετο ποῦ Χαιρέας ἐστίν. Ἀχθεὶς οὖν πρὸς Πολύχαρμον ἑτέρῳ μὲν οὐδενὶ ἔφη τὸ ἀπόρρητον δύνασθαι εἰπεῖν, ἐπείγειν δὲ τὴν χρείαν, ὑπὲρ ἧς ἀφῖκται. Καὶ ἐπὶ πολὺ μὲν ἀνεβάλλετο Πολύχαρμος τὴν πρὸς Χαιρέαν εἴσοδον, ἐνοχλεῖν ἀκαίρως οὐ θέλων· ἐπεὶ δὲ ὁ ἄνθρωπος κατήπειγε, παρανοίξας τοῦ θαλάμου τὴν θύραν ἐμήνυσε τὴν σπουδήν. Ὡς δὲ στρατηγὸς ἀγαθὸς Χαιρέας “κάλει” φησί· “πόλεμος γὰρ ἀναβολὴν οὐ περιμένει.” Εἰσαχθεὶς δὲ ὁ Αἰγύπτιος, ἔτι σκότους ὄντος, τῇ κλίνῃ παραστὰς “ἴσθι” φησὶν “ὅτι βασιλεὺς ὁ Περσῶν ἀνῄρηκε τὸν Αἰγύπτιον καὶ τὴν στρατιὰν τὴν μὲν εἰς Αἴγυπτον πέπομφε καταστησομένην τὰ ἐκεῖ, τὴν δὲ λοιπὴν ἄγει πᾶσαν ἐνθάδε καὶ ὅσον οὔπω παρέσται· πεπυσμένος γὰρ Ἄραδον ἑαλωκέναι λυπεῖται μὲν καὶ περὶ τοῦ πλούτου παντός, ὃν ἐνθάδε καταλέλοιπεν, ἀγωνιᾷ δὲ μάλιστα περὶ Στατείρας τῆς γυναικός.” Ταῦτα ἀκούσας Χαιρέας ἀνέθορε· Καλλιρρόη δὲ αὐτοῦ λαβομένη “ποῖ σπεύδεισ” εἶπε “πρὶν βουλεύσασθαι περὶ τῶν ἐφεστηκότων; ἂν γὰρ τοῦτο δημοσιεύσῃς, μέγαν πόλεμον κινήσεις σεαυτῷ, πάντων ἐπισταμένων ἤδη καὶ καταφρονούντων· πάλιν δὲ ἐν χερσὶ γενόμενοι πεισόμεθα τῶν πρότερον βαρύτερα.” Ταχέως ἐπείσθη τῇ συμβουλῇ καὶ τοῦ θαλάμου προῆλθε μετὰ τέχνης. Κρατῶν γὰρ τῆς χειρὸς τὸν Αἰγύπτιον, συγκαλέσας τὸ πλῆθος “νικῶμεν, ἄνδρεσ” εἶπε, “καὶ τὴν πεζὴν στρατιὰν βασιλέως· οὗτος γὰρ ὁ ἀνὴρ τὰ εὐαγγέλια ἡμῖν φέρει καὶ γράμματα παρὰ τοῦ Αἰγυπτίου· δεῖ δὲ τὴν ταχίστην ἡμᾶς πλεῖν, ἔνθα ἐκεῖνος ἐκέλευσε. Συσκευασάμενοι οὖν πάντες ἐμβαίνετε.” Ταῦτα εἰπόντος ὁ σαλπιστὴς τὸ ἀνακλητικὸν εἰς τὰς τριήρεις ἐσήμαινε. Λάφυρα δὲ καὶ αἰχμαλώτους τῆς προτεραίας ἦσαν ἐντεθειμένοι, καὶ οὐδὲν ἐν τῇ νήσῳ κατελέλειπτο, πλὴν εἰ μή τι βαρὺ καὶ ἄχρηστον.