Ancient Greek
8.2.13 to 8.2.14
Chariton, De Chaerea et Callirhoe 8.2.13-14
Not analysed yet
ἀλλ’ οὐδὲ Ἀθηναίους.” Ἐπῄνεσαν πάντες τὸν λόγον· μόνος Χαιρέας προσεποιεῖτο μὴ συγκατατίθεσθαι, τὸ μῆκος τοῦ πλοῦ προφασιζόμενος, τὸ δὲ ἀληθὲς ἀποπειρώμενος εἰ βεβαίως αὐτοῖς δοκεῖ. Σφόδρα δὲ ἐγκειμένων καὶ πλεῖν ἤδη θελόντων “ἀλλ’ ὑμεῖς μέν, ἄνδρες Ἕλληνες, βουλεύεσθε καλῶς καὶ χάριν ὑμῖν ἔχω τῆς εὐνοίας τε καὶ πίστεως· οὐκ ἐάσω δὲ ὑμᾶς μετανοῆσαι, θεῶν προσλαμβανομένων. Τοὺς δὲ Αἰγυπτίους ʽπολλοὶ γάρ εἰσιν’ οὐ προσῆκεν ἄκοντας βιάζεσθαι· καὶ γὰρ γυναῖκας καὶ τέκνα ἔχουσιν οἱ πλείους, ὧν οὐκ ἂν ἡδέως ἀποσπασθεῖεν. Κατασπαρέντες οὖν εἰς τὸ πλῆθος διαπυνθάνεσθαι ἑκάστου σπεύσατε, ἵνα μόνον τοὺς ἑκόντας παραλάβωμεν.”