Ancient Greek
8.4.8 to 8.4.9
Chariton, De Chaerea et Callirhoe 8.4.8-9
Not analysed yet
Πάνυ δὲ κολακευτικῶς κατακλίνασα αὐτὴν Καλλιρρόη “ἔρρωσό μοι” φησίν, “ὦ Στάτειρα, καὶ μέμνησό μου καὶ γράφε μοι πολλάκις εἰς Συρακούσας· ῥᾴδια γὰρ πάντα βασιλεῖ. Κἀγὼ δέ σοι χάριν εἴσομαι παρὰ τοῖς γονεῦσί μου καὶ τοῖς θεοῖς τοῖς Ἑλληνικοῖς. Συνίστημί σοι τὸ τέκνον μου, ὃ καὶ σὺ ἡδέως εἶδες· νόμιζε ἐκεῖνο παραθήκην ἔχειν ἀντ’ ἐμοῦ.” Ταῦτα λέγουσα δακρύων ἐνεπλήσθη καὶ γόον ἤγειρε ταῖς γυναιξίν· ἐξιοῦσα δὲ τῆς νεὼς ἡ Καλλιρρόη, ἠρέμα προσκύψασα τῇ Στατείρᾳ καὶ ἐρυθριῶσα τὴν ἐπιστολὴν ἐπέδωκε καὶ “ταύτην” εἶπε “δὸς Διονυσίῳ τῷ δυστυχεῖ, ὃν παρατίθημι σοί τε καὶ βασιλεῖ. Παρηγορήσατε αὐτόν. Φοβοῦμαι μὴ ἐμοῦ χωρισθεὶς ἑαυτὸν