# Fragmenta 12

Charon, Fragmenta, Dfhg-Source dfhg1_CHARON. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/charon/fragmenta/12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/charon/fragmenta/12
CTS URN: urn:cts:greekLit:tlg1258.tlg003:12

Χάρων ... ὁ Λαμψακηνὸς ἱστορεῖ ὡς Ῥοῖκος, δρῦν θεασάμενος ἤδη μέλλουσαν ἐπὶ γῆν καταφέρεσθαι, προσέταξε τοῖς παισὶν αὐτὴν ὑποστηρίξαι· ἡ δὲ μέλλουσα συμφθείρεσθαι τῇ δρυὶ νύμφη, ἐπιστᾶσα τῷ Ῥοίκῳ, χάριν μὲν εἰδέναι ἔφασκεν ὑπὲρ τῆς σωτηρίας, ἐπέτρεπε δὲ αἰτήσασθαι ὅ τι βούλοιτο· ὡς δὲ ἐκεῖνος ἠξίου συγγενέσθαι αὐτῇ, ἐπιζήμιον μὲν ἔλεγεν εἶναι τοῦτο (ἐπιζ. τοῦτο desunt in Schol. Apollon.), φυλάττεσθαι δὲ ὅμως ἑτέρας γυναικὸς ὁμιλίαν. Ἔσχον δὲ μεταξὺ αὐτῶν ἄγγελον μέλισσαν. Καί ποτε πεττεύοντος αὐτοῦ περιίπταται (παρίστατο Scholiast. Apollon.) ἡ μέλισσα· πικρότερον δέ τι ἀποφθεγξάμενος, εἰς ὀργὴν ἔτρεψε τὴν νύμφην, ὥστε πηρωθῆναι.

---

CHARON, Fragmenta. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1258.tlg003.local002/.
