# Epistulae 1-7

Chionis Epistulae, Epistulae, ζ′. Χίων Μάτριδι χαίρειν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chionis-epistulae/epistulae/1-7

Ἀρχέπολις Λήμνιος μέν ἐστιν, ὡς λέγει, τὸ γένος, φαῦλος δὲ καὶ ἀτέκμαρτος ἄνθρωπος καὶ στασιαστὴς πρὸς πάντας, μάλιστα δὲ πάντων πρὸς ἑαυτόν, σὺν δὲ τούτοις καὶ λελυμένος τῇ ἀποπληξίᾳ καὶ πᾶν ὃ ἂν οἰηθῇ λέγων· νοεῖ δ’ ἀεὶ τὰ μωρότατα. οὗτος τὸ μὲν πρῶτον, ὡς πυνθάνομαι, ταμίας τε ἐν Λήμνῳ γενόμενος καὶ τὰς ὁμοίας μετιὼν ἀρχὰς οὐκ εὐπρεπῶς ἀνεστρέφετο, ὡς δὲ ἔδοξεν αὐτῷ καταφρονῆσαι καὶ φιλοσοφίας, εἰς Ἀθήνας κατέπλευσε, κἀκεῖ πολλὰ μὲν Πλάτωνι δυσηρέστησε, πολλὰ δ’ ἡμᾶς ἐϐλασφήμησεν. οὐδὲν γὰρ αὐτῷ χρήσιμοι ἐφαινόμεθα, περὶ ἀρετῆς ἀλλ’ οὐ περὶ χρηματισμοῦ τὰς διαλέξεις ποιούμενοι.

---

Chionis Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0041.tlg001.local001/.
