# Opera 103.3

Choricius, Opera, 103.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/103.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/103.3

Καὶ δὴ πρὸς ἅπαντα λίαν ἐκπεπληγμένος, ἐπιεικῶς ἀγαμαι τοῦ τεμένους τῆς ὀροφῆς. Τοῦ συνδέσμου γὰρ ἐκ τεττάρων συντεθειμένου πλευρῶν, ἕτερον ἐκ δις τοσούτων συνεστηκὸς ἔντὸς συνήρμοσται σχῆμα κύκλον περιλαβὸν, μετεωρίζοντά που τὸν ὀροφὸν τὸ διὰ πάντων ἤδη τοῦτο κάλλος· εἰς ἂν ἀναβλέψας αὐχένος δεσὴν πρὸς ὕψος ἀνατείνεισθαι γεγυμνασμένου· οὕτως ὑπερανέχει τοῦ ἐδάφους, εἰκότως, οἷα μιμούμενος οὐρανοῦ τὸ δρώμενον· ἀλλὰ καὶ τοῦ τέγους (4) οὕτω διεστηκὸς τοσοῦτον ἔχουσιν ὕψους οἱ κίονες, ὡς, ἑτέρων ἂν τοιούτων ἐπιτεθέντων εἰς αὐτὸν ἀναβαίνειν τὸν ὀροφόν, οἰηθεὶς μὲν ἂν τις οὐκ εἶναι τούτων ὑπερολὴν· ἔνεστι δὲ τιμιωτέρα. Ὡσπερ γὰρ ἀφθόνου πηγῆς χρυσίου σοι νάματα χορηγοῦσης, χρυσὸς μὲν τοῖς ἀετοῖς περιέχεται· χρυσὸς δὲ περιανθεῖ, τὰς ἀλίδας τὰς μὲν αὐτὸς ὠραϊζῶν, τὰς δὲ μίξει κυανοῦ χρώματος ἐναλλάξ πεποιημένου φαιδρύνων, ὡς ἐν μέρει καλλωπίζεσθαι καὶ κοσμεῖν.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
