# Opera 131.5

Choricius, Opera, 131.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/131.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/131.5

(³) Ap., εἰς τῆδε τέχνη. (⁵) Ap., ἐκλεξάμενος. ΕΙΣ ΜΑΡΚΙΑΝΟΝ Α. Β. σούτον ἔχω σοι μέρος δι’ εἰκόνος εἰπεῖν. Εἰ δὲ τὸ πᾶν ἀκούειν ποθεῖς, ῶδὲ πως ἔχει. Ἄνθρω ζῴων δημιουργός, κύκλους ἐξ ἧς αὐτῷ ὤδησεν ὕλης ἡ τέχνη πέντε τῶν ἀριθμῶν, ἕκαστον ἴσα δύο (*) τεμῶν, καὶ τῶν τμημάτων ἐννέα συναψας, ἐκ μὲν τῶν ἄκρων ἀλλήλοις, ἐκ δὲ τῶν μέσων τῇ ζωῇ ἤν ἀρτίως ὑπερτάτην προσεῖπον, ἰσάριθμα τούτοις ἐπέστησε ζῷλα κοιλάνας, κάτωθε μὲν ἐξ εὐρέος ἀρχάμενα, κατὰ βραχὺ δὲ μειούμενα πρὸς ἄκρον ὀξὺ, κυρτουμένα τε τοσοῦτον ὅσον (*) τῇ κοιλότητι συναρμόσαι τοῦ τυίχου, καὶ τὰς ἀπάντων κορυφὰς εἰς μίαν συναγαγὼν ἥρεμα τε κάμψας, ἡδιστον ἀπέδειξε θέαμα. Ἄλλὰ γὰρ πέντε μὲν κύκλους δίχα τεμῶν, ἐννέα δὲ μόνον τμημάτων ὑπογράψας τὴν ἐργασίαν, ἐπιζητοῦντας ἡμᾶς εἰκότως αἰσθάνομαι τὸ λείπον μέρος τοῦ κύκλου. Αὐτοῦ τοίνυν τοῦ μέρους ἐξίσας διηρημένον καὶ τοῦ μὲν ἔνθεν, τοῦ δὲ ἔνθεν τῶν ἐννέα χειμένου, ἅψις ἀμφοτέροις ἐκ τῆς αὐτῆς ὕλης ἐπίκειται τὰ πρόσω κοιλανομένη, συνεσιφέρουσα κάλλους προσθήκην, εἰκόνος αὐτῇ γεγραμμένης ἐν μέσῳ τοῦ προστάτου τῶν ὅλων. Χρυσὸς δὲ καὶ χρώματα τὸ πᾶν ἔργον φαιδρύνει τοῦτο. Καὶ ταῦτα μὲν οὕτω πως μεμηχανηται · ἐπεὶ δὲ καὶ τῶν στοῶν ἑκατέραν ἔδει μὲν τινος μετασχεῖν εὐπρεπείας κατὰ τὴν πρὸς ἑω(*) πλευράν, ἔδει δὲ μὴ τοσαύτης ὅσης (*) · τὸ μέσον, ἄνευ τῆς ἐκ τῶν χώρων εἰρημένης μοι ποικιλίας, τοῖς λοιποῖς ὁραίζονται σχήμασιν.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
