# Opera 132.3-133.3

Choricius, Opera, 132.3 to 133.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/132.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/132.3

Τοῦ δὲ μὴ τοῖς ἀνδράσι γυναικῶν ὁμιλον ἀναμίγνυσθαι, καίτοι τῆς κάτω θέσεως πλήθος χωρούσης ἑκάτερον, οὐδενὸς πιέζοντος, διπλὴν εἱργάσω γυναικωνίτιν (*), ἐξ ἴσου μὲν ταῖς κάτω μηκυνομένην στοαῖς, ἐξ ἴσου δὲ ταύταις εὐρυνομένην, μόνω δὲ λειπομένην τῷ ὕψει, ὅσον αὐτῆς οἱ τὴν στέγην ἀνέχοντες κίονες τῶν ὑποκειμένων ἥττωσι. Τοῦ νεώ δὲ τὸ στέγος φέρε συλλογισώμεθα, πόσον ὑπεραῖρει τῆς γῆς. Κίονες ἰψηλοὶ, σύνδεσμος αὐτοῖς ἐπιζευγνύων τὰς κορυφὰς, τοῖχος πᾶθος ἀνῆκε δένδρον ὁμοιον παρὶ τοὺς ἐραστάς διακείμενον. ἐπὶ τούτῳ μαρμάρους ἡμφιεσμένος, κιόνες ἕτεροι, λίθων ἕτερα προσθήκη θηρίων πεποιημένη μορφαίς, θυρίδες ἐν ἀψίδων γενόμεναι σχήματι, ταῦτα πάντα τὸ ὕψος ἐστίν. Εἰ δὲ περίεργος θεατὴς πάντα διερευνήσεται, μαρμάρων ἢ χρυσοῦ γυμνὸν τι ζητῶν οὐδὲν ἐνταῦθα τοιούτον εὑρήσει. Εἰ τινες οὖν ἀπορίᾳ χρυσοῦ καὶ πλακῶν ἐπὶ λίθους καὶ λίθων συνθήκην καταφεύγουσι, τούτοις ἐστὶν ἀπὸ τῆς ἐξωθεν ὄψεως, ταῦτα περιεργάζεσθαι. Μιχροῦ με παρήλθεν ὁ Νεῖλος. Αὐτὸς μὲν ὁ ποταμὸς οὐδαμοῦ γεγραμμένος ὧν τρόπον ζωγράφοι γράφουσι ποταμούς, ρέυμασι δὲ καὶ συμβολοῖς τοῖς οἰκείοις ὑποφαινόμενος, λειμῶσί τε παρὰ τὰς ὄχθας αὐτοῦ. Καὶ γένη παντοίων ὀρνέων, ὅσα τοῖς ἐκείνου πολλάκις λουόμενα ρέυμασιν, τοῖς λειμῶσιν ἐνδιαίτᾳται. Ταύτην ἐπὶ τῶν τοίχων τὴν εὐφροσύνην (¹) αἱ στοαὶ σοι διδόασιν, οὐδὲ πρὸς αἴραν ἔχουσαι φαύλως, δυοῖν διχοθεν ὑπαίθρων, αὐτὰς τε καταπνεόντων (²) καὶ διὰ τούτων τὸ μέσον πολλῶν καὶ μεγάλων καὶ πανταχοῦ πεποιημένων εἰσόδων φωτός.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
