# Opera 136.9

Choricius, Opera, 136.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/136.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/136.9

ἀρ ἀπαν τὸ πρῶτον φανὲν ὀπόνιαν τις· πολλὴν εἶδον ἐγὼ πρῶην, παρὰ τὸν Νεῖλον γενόμενος, ἐν πανηγύρει τινὶ (¹), ἣν ἐκ τοῦ ποταμοῦ καλοῦσιν· οἱ ἐπιχώριοι· ἐξεύρηται δέ τι καινότερον παρ’ ἡμῖν. Σκευὴ (²) πυρὸς χορηγεῖ φῶς ἅμα καὶ γράμματα, ὥστε, δύντος ἡλίου καὶ σκότους ἤδη τυγχάνοντος, οὐ δεῖται φωτὸς ἑτέρου πρὸς τὴν οἰκείαν ἀνάγνωσιν. Τί οὖν λέγει τὰ γράμματα; « εἰς πολιάν (³) » φησίν « ἀφίκοιτο βασιλεὺς· μακρὸν τῇ κρατοῦσῃ γένοιτο γῆρας· « τῶν αὐτῶν εἴη τὸν ἱερέα τυχεῖν ». Οὕτω πολλάς εὐφημίας πυρὸς ἀγγέλοις ἐγράψαμεν. Ταῦτα γυναῖκας οἰκουρεῖν εἰθισμένας προΐεναι παρασκευάζει, καὶ τὰς παρὰ τῶν ἀνδρῶν οὐ δεδοίκασι μέμφεις, οὐδὲ τὸν Ἔκτορος πρὸς Ἀνδρομάχην ὀνειδισμὸν (⁴). Τίς γὰρ νῦν οὕτω σύννους ἀνὴρ καὶ σκαιός, ὡς ἐπιτάξει τῇ γυναικὶ πρὸς οἶκον ἰοῦσαν τὰ αὐτῆς (⁵) μετιέναι; ταῦτα ποιεῖ καὶ δεσπότην οἰκέτη μὴ χαλεπαίνειν, εἰ, πρὸς τὴν ἀγορὰν ἀσμένως ὑπορεμβόμενος, ραθύμως διαχονήσει, χἤν ἡ χρεία σπουδαία τις οὖσα τυγχάνῃ. Πέμπεται μὲν, οἶμαι, θεραπῶν ἕτερος τὸν πρῶτον ἐπιζητήσων· βραχὺ δὲ τούτου φροντίσας, ἑαυτὸν μᾶλλον εὐφραίνει· χἤν δὲ δεσπότης αὐτὸς ὕστερον θυμωθεὶς ἐπὶ ζητήσιν ἐκδράμῃ τῶν οἰκετῶν, ἀποτίθεται τὴν ὀργὴν θελγόμενος τοῖς δρωμένοις, καὶ νέμει συγγνώμην, εἰκῶτος, οἷς ὅμοια πάσχει. Ταῦτα καὶ κόρην τοῦ συνήθους

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
