# Opera 168.3

Choricius, Opera, 168.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/168.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/168.3

Ἐνταῦθεν ὥραι καὶ στέφανοι, καὶ χαλκὸς παρὰ φύσιν ἐπτερωμένος. Τὰς οὖν χαλκᾶς ἀπωσαμένω θύρας, καὶ τὸν ἀθλῳ (3) φανέντι ἐφέπεται μὲν ἄνωθεν ἀετὸς, πτέρυγάς τε ἀπλώσας καὶ πόσιν ἀμφοτέροισ ἴσον ἰση κεφαλῇ τὸν στέφανον ἐπιφέρων, βραχὺ δὲ διατρίβει καθάπερ ἀπολαύων ἡρωϊκῆς κεφαλῆς. Εἶτα τοῦτον ἀφεὶς Ἥρακλεῖ, καὶ διαστήσας τῷ πόδε, μετεωρίζεται τε καὶ ὃν εἶχε τόπον λαγχάνει , ταῖς πτερωαῖς ἐπιθεὶς τὰ πτερά καὶ συνάγων αὐθὶς ἐφ’ ἑαυτόν , θάραν διδοὺς ἀγαθὴν · ἀλλ’ οὐ συνῆλθε λαγών. Πρὸς γε μὴν (4) τοὺς στεφάνους προκύπτει μὲν Ἥρακλῆς ὡς ἂν δρῶτο πᾶσιν ὡς ἐν μέσῳ σταδίῳ, χῶτα πρὸς ἰδίαν ἐτράπετο χώραν, οὔπερ ἐπόθει τυχών · ἀετὸς δὲ τῷ στεφάνῳ διαχονεῖ · δ τε Ζεὺς μὲν Ἥρακλέους πατὴρ, ἀετὸς δὲ ὄρνις Διός. Ὡς οὖν ἐξ οὐρανοῦ καὶ πατρὸς μισθὸν ἰδρώτων στεφανοὶ νενικηκότα τῇ μνήμῃ τοῦ πάθους, καὶ ὑπερίπταται καὶ κρατεῖ τῶν ὄρνέων, καθάπερ οὗτος ὑψοῦτο τῇ φήμῃ. Οὐ δεῖται οὖ κήρυκος ἀναγορεύοντος τοὺς στεφάνους.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
