# Opera 179.5

Choricius, Opera, 179.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/179.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/179.5

3 Ed., καθιδρύσασα. ΕΚΦΡΑΣΙΣ ΕΙΚΟΝΟΣ. μένη. Ὄρη ταυτὶ καὶ πεδία, ὕλη τε πολλὴ καὶ κυνηγέται, καὶ ποίμνια. Ἱππόλυτος καὶ Δάφνη τῶν κυνηγητῶν τὸ κεφάλαιον (¹), ἱππῶται ἀμφω καὶ σώφρονες· ἵπποι θυμοειδεῖς αὐτοῖς καὶ κύνες... δακόντες, Ὀμηριχὸν (²) ὅθ τοῦτο, κατὰ τοῦ πεδίου κροαίνουσι. Ἀντιπροσώπῳ βλέμμα ... ἐποχοὶ ἀμφω μὲν πρὸς τὴν θήραν ἤπειγοντο. Προσελθὼν δὲ τὸ γραιδίων ἐφ...λεῖν τοῖς λόγοις αὐτὸν, τοῖς ἔργοις θήραμά τε ἤν καὶ ἀλίσκετο, Ἱππόλυτ... τάχα συμβολὴ συνεχόμενον, ὃν οὐχ Ἐρως, ὡς εἴκεν, ἀλλ' Ἐριννύς...οὐ θέμις εἰπεῖν διὰ τῆς θέας ἀκήκοε, ἀφῆσι μὲν τῶν χειρῶν, καὶ βδελύττεται, καὶ κεῖται νῦν κατεαγὼς· καὶ δεῖκνυσιν τὸ... ἥματα· ναρκᾷ δὲ τῇ θέᾳ, καὶ τὸ μῦσος ἐκτρέπεται, τῇ χειρὶ καθάπερ τι πολέμιον ἀπωθούμενος, οἰκέτῃ δὲ τὴν τῆς γραὸς δίχην ἐπέτρεψεν, οὐχ ἐλεήσας γῆρας ἀσελγείας διάκονον, καὶ διὰ τῆς ἠκούσης τὴν πέμψασαν ἀμυνόμενος. Ὁ δὲ οἰκέτης εὐζωνὸς τε ἐστὶ, καὶ σωφρονοῦντι δεσπότῃ παρατραφεὶς, τὴν ἀκολασίαν μισεῖ, καὶ συνθυμοῦται τῷ δεσπότῃ, οὐχ ὡς ἂν τις ἀλλοτρίᾳ γνώμῃ διακωνῶν, ἀλλ' ὡς ἴδιον θυμὸν ἐνδεικνύμενος. Τοιγαροῦν καὶ διαβαίνει τοὺς ποσίν, ἐδραΐαν βάσιν διδὼς τῇ πληγῇ, καὶ, ὡσπερ τι θηρίον τὴν ἀσελγὴ λογιζόμενος, τὰς μὲν κύνας παρ' αὐτὴν λέανας τῇ χειρὶ, ἐπισοβεῖ καὶ ἐφέλκεται· δεξιᾷ δὲ πρὸς τοὐπίσω διανιστάμενος, κατὰ νώτου τείνας τὸ ρόπαλον, ὅλῳ σώματι πρὸς τὴν πληγὴν καταφέρεται. Παρίτω μοι καὶ Δημοσθένῃς νῦν ἂν εἴπῃν οἰκειότερον, ὡς περιρρήξας (³) τὸν χιτωνίσκον, ὁ οἰκέτης ξαίνει κατὰ νώτου πολλάς. Ἡ δὲ ἀμήχανός τε ἐστὶ καὶ τοὺς ποσὶν ὀκλάζει, καὶ προσαπείπε τῷ δεεὶ καὶ τέθνηκε. Γυμνοῖς δὲ τοῖς στέρνοις ἐπιβαλοῦσα τὴν χεῖρα, οὐχ ἂν μὲν εἴποιμι ὡς δι' αἰσχύνην τὸ γυμνωθὲν ἀπεκρύψατο· αἰδῶς γὰρ σώφρων αἰσχροῖς οὐχ ἐθέλει διακονεῖσθαι προστάγμασι· πλήττουσα δὲ τὰ στέρνα, ὡς εἴκός, τὴν τύχην ἑαυτῆς ἀποδύρεται, μόλις νῦν ἐπὶ τῆς πείρας μεταμαθοῦσα τὸ δέον. Καὶ ταύτῃ μὲν τὸν οἴκτον ἐργάζεται· λαϊὰν δὲ χεῖρα πρὸς τὴν μέλλουσαν πληγὴν ἐπανέτεινεν, ἐποχῆς ἀπεῖργουσα σχήματι· διδάσκει γὰρ ἡ φύσις, ὅταν τι

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
