# Opera 197.9

Choricius, Opera, 197.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/197.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/197.9

παρῆν ἡμῖν δανείσασθαι σοὶ τὸ ζῷσιμον, καὶ τάχα Διοσκούρων ἂν ἦμεν Ω μέλημα ἐμόν, ὦ χαρίτων νεώς, ὦ φύσεως ἄγαλμα, τίς σε φθόνος κατήνυγεν οὕτω καλὸν ἔρνος νεότητος; ποία χεὶρ ἐλωβήσατο; τίς τὴν καλὴν παρακαταθήκην (¹) ἐσύλησεν, ἣν μοι ὁ κοινὸς τροφεὺς, ὁ πρὸς μητρὸς θεὸς ἐπίστευσεν ἀπαίρων ἤδη τῶν ἐν λαβρῷ (²) πυρὶ τῆς λύπης ἀπανθρακούμενος; τίς τὸν τοῦ παντὸς γένους ἀπέχειρε βόστρυχον (³), ὃν ἐγὼ πόλλ' ἐκήπευσα Μουσῶν (⁴) δρόσῳ λιπαίνων, καὶ τὰλλα πρὸς τὸ καλὸν ἐξασκούμενος; τίνες κηφήνες κεκεντρωμένοι τὴν ἐμὴν γλυκειαν εἶλον μελίτταν; Καὶ νῦν ἀψινθίας θανάτου γεύομεν (⁵). Τὸ γὰρ τῶν Χαρίτων σῆμβλον ὅλον εἰς τάφον κεκένωται. Ἔδυσ ὑπὸ γῆν ὁ ἡμέτερος ἥλιος (⁶)· γεγόναμεν αἴρνης ἀνήλιοι (⁷). Ἐκρύβης ὁ τοῦ παντὸς γένους ἀρίσθλος ἀστήρ (⁸)· πολέμιον γὰρ σε νέφος ἐκάλυψεν... λείπεται. Ὡς φοιτητὴν ἀνακαλοῦμαι, ὡς παῖδα πενθῶ, καὶ ὡς ἀδελφὸν ὀλοφύρομαι... δυστυχήματα. Μετὰ Ἰῶθ ἀνακλαίομαι· τίς ἂν με θεῖς

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
