# Opera 200.1

Choricius, Opera, 200.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/200.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/200.1

τριζῶν ἀπαίσια. Ἡ δὲ πρῶ (1) μὲν καλλίπαις διὰ σέ, νῦν δὲ δυστυχῆς μήτηρ, ἡ γηραία καὶ πολλῶν ἔτῶν χληρούχος, μετὰ Μιχαίου ἐρώ, καὶ ὡς ἐπὶ τραγικῇ συμφορᾷ καὶ τὸν λόγον ὀήσομαι τραγικώτερον, « ποιεῖται (2) κοπετὸν ὡς δρακόντων, καὶ πένθος ὡς θυγατρῶν σειρήνων, « ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς », ἣν ἐπὶ σοὶ πληγέντι καὶ πεσόντι τέτρωτο διαχάρδιον· καὶ ἄρτον μὲν οὐχ αἰτεῖ κατὰ τὸν τοῦ κυρίου λόγον (3), ἀλλ' εὔπτερον ὄρνιν, καὶ πάλαι μὲν μικρὰ πτερυξάμενον, νῦν δὲ μακρότερα τε καὶ ὕστατα · λαμβάνει δὲ λίθον καὶ πλήττει τὸ στέρνον (4), καὶ πικρὸν ἀναχωκοῦσι καὶ γοερὸν, φήνης ἐλεεινότερον, ἀλκυόνος πολυπενθέστερον · καὶ ἰχθὺν μὲν οὐχ αἰτεῖ, ἀλλὰ ῥόδον ὅλην (5) τὴν ἐστίαν εὐωδιάζον, εὑρίσκει δὲ τὸν τῆς ἀθυμίας ὄριν πολὺν κατὰ καρδίας ἐμοῦντα τὸν ἴδν, καὶ δάκνοντα τὰ σπλάγχνα βαρέως φέρει· τὸ γὰρ δῆγμα θανάσιμον προτίσχεταί, καὶ ὡς ἀμαρὰς τοὺς μαζοὺς, ἐξ ὧν γνησίως μοσχευθὲν (6) σὺ τὸ πυρίπνουν φυτὸν εἰς τριλικαύτην ἄνθην ἀνέδραμες, αὐλαχίζει, καὶ δυνεῖ τὰς παρειὰς τῶν σῶν αἱμάτων ἀντιδοδοῦσα κρονοῦς, καὶ γεωργεῖ πένθος αἱματηρόν, τίλλει καὶ πολιάς τὴν σὴν ὀδυρομένη νεότητα, καὶ ἀποψιλοῖ τὴν κεφαλὴν πενθίμῳ κουρᾷ· τὸν γὰρ σε τοῦ γένους κόσμον δυστυχῶς περιήρηται. Ἔστιν οὖν (7) καὶ ἀπολιθούται τῷ παλαμναίῳ τῆς συμφορᾶς καὶ γίνεται ὅλη αὐς (8), μήτε φωνὴν προῖεμένη καὶ τελῶς ἀκινήτίζουσα. Πηγὰς δὲ ὅμως ἀφήσει δακρύων συχνάς, ὡς μηκέτι μῦθον εἶναι δοκεῖν καὶ λίθον δακρύουσαν (9).

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
