# Opera 207.2

Choricius, Opera, 207.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/207.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/207.2

Καίτοι σου τὸ φιλοπόλεμον ἡ μήτηρ ὑπώπτευε. Διὰ τοῦτό σου τὴν ἀποδημίαν εἴργε, παρ’ ἑαυτῇ κατέχειν σε τὸν φίλτατον παῖδα καὶ τηρεῖν βουλομένη, πλὴν οὐχ ὑπὸ ταλασίᾳ καὶ παρθενῶνι (τοῦτο γὰρ τῆς Θέτιδος τὸ φιλότεχνον), ἀλλ’ ὑπὸ ταῖς Ἑρμοῦ παλαιίστραις(3) καὶ τῶ Μουσῶν Ἑλικῶνι, ὧν ἐγώ σοι ὅλον ἐφήχα δρέπεσθαι (4), οὐχ ἀδαλὴς ἀνθῶν μουσικῶν φυτουργός, καὶ κονίστρας (5) Ἑρμαιχῆς ἀλείπτης οὐχ ἀπειρος. Ἡ μὲν οὖν οὕτω σε φιλοστόργως τε ἄμα καὶ σεμνῶς τῆς μάχης ὑπεξῆγε, καὶ, ἀντιδιδούσα τοὺς λόγους τῶν ὀπλῶν, παρήγει πρὸς τὰ πολιτικὰ μεθαρμόζεσθαι· εἰ δὲ μὴ τοῦτο, καὶ δεῖ σε μακρὰν τινα στέλλεσθαι, ἀλλ’ ἔξω βελῶν ἑστάναι τοῦ (6) κυδοιμοῦ παντός, καὶ τῇ μητρὶ τὸν παῖδα φυλάττειν. Σὺ δὲ σάλπιγγος ἀκούσας ἤχην καὶ ἰδὼν χαλκοῦ στεροπὴν, εὐθὺς τὸ πρῶτον λῆμα (7) ἐφαίνες, καὶ, καιροῦ καλούντος, ὅπλα ἐνδύς, τὴν φύσιν οὐχ ἠσχυνας, ἀλλὰ πλατὺ πεδίον εὕρων καὶ ἵππους καὶ φάλαγγα, καὶ πολέμιον ἀστράπτοντα σίδηρον, ὡς ἵππος εἰς πεδίον ἐκράνεις(8), ὡς πῦρ ἐν ὀρυμῶ τοῖς πολεμίοις ἐβρεμες.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
