# Opera 21.7

Choricius, Opera, 21.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/21.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/21.7

8 Eunapius in Porphyrio : Πορφυρίῳ Τύρος μὲν ἦν πατρίς· ἡ πρώτη τῶν ἀρχαίων Φοινίκων ἡ πόλις. ΕΠΙΤΑΦΙΟΣ ΠΡΟΚΟΠΙΟΥ. δὲ φυλάττειν οὐκ εἶχεν, ἰσχυροτέροις (¹) ἀγόμενον λίνοις, πόθῳ τῆς ἐνγχούσης. Καὶ τὰ τροφεῖα καλῶς ἀπέδωκε τῇ πατρίδι, τοσαῦτα· ὁμοῦ καὶ τοιαύτας ἐν δευτέρῳ θέμενος πόλεις. Καίτοι (²) χωρὶς ἀξιωμάτων λαμπρῶν καὶ μεγέθους κατασκευῆς, οἷς αἱ πόλεις ἐκεῖναι σεμνύνονται, ἴδιον ἑκάστη πλεονέκτημα κέκτηται, πρὸς ἔρωτα δεινὸν ἐρεθίζει· ἡ μὲν Ἀντιόχου τὸν ὁμώνυμον χῶρον τῆς Ἀπολλῶνος ἐρωμένης (³), ὅπου χαρίεντα καὶ διαφανῆ καὶ πότιμα νάματα, πλάτανος δὲ πολλὴ καὶ κυπάριστοι (⁴) πλείους ἀμφιλαφεῖς τε καὶ ὑψηλαί, καὶ ὀρνίθων ᾠδαὶ καὶ αὔραι τὰ σώματα διαψύχουσι. Ἡ μὲν οὖν Ἀντιόχου δέλεαρ ἔχει τὸ ἅλσος (⁵), ἡ δὲ Τυρίων τὰς χάριτας · οὕτω γὰρ ἀξίων προσειπεῖν τὰς πηγὰς · ἡ Καῖσαρος δὲ λουτρῷ καλλωπίζεται, ὅπερ ἤδη μὲν ὁρῶντι σοι δοκεῖ, τερπνότερον δὲ λελουμένῳ. Ὑπὸ τοιούτων σειρήνων ἐλκόμενος, εἵχετο τῆς θρεψάμενης, δεινὸν εἰκῶτως ὑπολαβὼν τὸν ῥήτορα μὲν τῶν Ἀχαιῶν Ἰθάκης ἔρην «κραναῆς περ ἐούσης» (⁶), αὐτὸν δὲ τοιαύτης ὑπερφρονήσει πατρίδος (⁷), τὰ τε ἄλλα καλῆς καὶ νικώσης ἀρεταῖς οἰκητόρων, ὅτι μάλιστα τρόπῳ πόλις κοσμεῖται (⁸).

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
