# Opera 215.1-8

Choricius, Opera, 215.1 to 215.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/215.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/215.1

Χρύσιν ὁ Μυκηναιος (1) ἠμέλει, αὐτὸν τε καὶ τὰ λύτρα αὐτοῦ παρ' οὐδὲν ἐποιεῖτο, ἐντεῖλάμενος ἀπιέναι θάττον καὶ αὐδὶς μὴ ἀναστρέφειν, ἵνα σῶς οἴκαδε ἐλθῃ· μικρὰν γὰρ εἶναι αὐτῷ συμμάχῃαν τὰ στέμματα τοῦ θεοῦ (2). Ὅτε οὖν πρὸς τὸν πρεσβύτην ὁ Ἄτρειος τοιαῦτα, ἐκθόλος τε ἦν ὁ Ἀπόλλων καὶ μᾶλα εὐστόχως ἔφηκε τὰ βέλη. Πῶς δή με θράσους μετεωρίζεις, ὦ πρόλογε, θεὸν εἰς παράδειγμα φέρων, καὶ τοῦτον χοροῦ τῶν Μουσῶν ἡγεμόνα; ἀλλ' ἄγε δή μετάβηθι, καὶ μοι ἑτέραν εἰκόνα που (3) ζητεῖ χάμαι ἐρχομένων ἀνθρώπων (4). Τὸν Μαρσύου φασὶ μαθητὴν (Μαρσύου γὰρ Ἀπόλλων ἀνέμνησε τέχνην) ἀσκεῖν τοὺς αὐλούς (5)· τί γὰρ ἂν μαθητὴς ἐπιτηδεύοι (6) Μαρσύου; μέλη δὲ ἦν αὐτοῦ τοῖς αὐλήμασι πυκνὰ μὲν ὁ ἔρως· ἀτὰρ οὐ μόνον ὁ ἔρως. Ἄγετε οὖν, ὦ λόγοι· ἑτέραν τινὰ καὶ ἡμεῖς βαδίσωμεν (7) ἀσμάτων ὁδόν, μὴ ποτε χειροὺς δόξωμεν εἶναι τοῦ αὐλητοῦ (8). (2) Agamemnon Chrysen allo- quitus: Μὴ σε, γέρον, κοιλῆσιν ἐγὼ παρὰ νηυσὶ κιχείω, Ἡ νῦν δηθύνοντ', Ἡ ὕστερον αὐτὶς ἰόντα, Μὴ νῦ τοι οὐ χραισμη σκήπτρον καὶ στέμμα θεοῦ... Ἀλλ' ἴθι, μὴ μ' ἐρέθιζ', σαώτερος ὡς κε νέπαι. (6) Ed., ἐπιτηδεύη. (7) Fors., βαδίσωμεν. ΔΙΑΛΕΞΙΣ Β. Β. Ἡ διαλεξις εἰς τὸ μὴ δεῖν ἄτελῆ καταλείψαι τὸν λόγον (1).

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
