# Opera 225.5

Choricius, Opera, 225.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/225.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/225.5

(⁶) Ed., οὐτ'. P., οὔτε. ΠΑΙΔΟΚΤΟΝΟΣ: μένειν ἐρυθριῶσαι, ὁ δὲ κακῶς ἔχων ἀπῆει σπινθῆρα, τοῦτον ἡ θέα πολλὴν ἐποίησε φλόγα. Ταῦτα γὰρ ἀπαντα διεξῆλθον αὐτοῦ πρὸς τὸν δῆμον οἱ πρέσβεις, ἵνα δὴ συγγνώμην τινὰ μηχανήσωνται τῷ δεσπότῃ, δηλοῦντες ὡς τοῦ πόθου τὴν πρόφασιν ἐξ ἡμετέρων εἴληφε πολιτῶν, ἐμπαινόντες τε δήθεν ἐκείνου τὸ πρᾶγον, ὡς, ἐξὼν αὐτῷ τὴν κόρην ἀρπάσαι, τὴν ἡμετέραν ψετο δεῖν ἀναμεῖναι χειροτονίαν. Οὕτω τὸν δῆμον ὑποθωπεύσαντες 1, ὡς ἔωρων ἀπειθοῦντα 2 τοῖς λόγοις, πολέμου προσέθηκαν ἀπειλὴν. Οἷα γὰρ καὶ πόθῳ φλεγόμενος 3, καὶ δυναστείας ἐπαιρόμενος ὀγκῷ, τοῦ μὲν κολακεύειν προτρεπόμενος, τῆς δὲ πάντα εἰκάθειν ἀξιοῦσης αὐτῷ 4, δι’ ἧς ἀπέστειλε δεῦρο πρεσβείας ἑκάτερον αὐτοῦ πάθος ἐδήλου, τῷ μὲν κόρην αἰτῆσαι, τὸν ἔρωτα, τῷ δὲ 5 πόλεμον, εἰ διαμάρτοι τῆς σπουδῆς, ἀπειλῆσαι τὴν ἐκ τῆς ἐξουσίας ὑπεροψίαν. Ὑμεῖς δὲ πρὸς μὲν τὴν ἀκρασίαν ἐκεῖνου κοσμίως, πρὸς δὲ τὰς ἀπειλὰς ἀνεχθέντες ἀνδρείως, λογισάμενοι τε καλῶς ὅτι, ταύτην κατορθώσας τὴν αἴτησιν, ἕτερον εὐθὺς ἐπιτάξει δεινότερον καὶ πάλιν ἄλλο τι μείζον, ἕως ἡμᾶς κατὰ βραχὺ 6 δουλεύειν αὐτῷ συνεδίσῃ 7· ταῦτα ὀρθῶς προειδόμενοι, καὶ τὴν ἐκείνου μελετωμένην ἐπινολίαν ὅξέως εἰκάσαντες, ὡς τῇ μὲν πρεσβείᾳ τὴν κόρην, τῇ δὲ διανοίᾳ τῆς δυναστείας. Quum in littera θ sibilus sit levis, potest cum ζ permutari. Et melior fuerit tonus εἰκαθεῖν.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
