# Opera 229.2-230.6

Choricius, Opera, 229.2 to 230.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/229.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/229.2

Ἐπιγνοὺς τοῖνυν ἐκεῖνος ἤν ἐναγχος εἴδε, θεασάμενος τὸν πατέρα φονέα παιδὸς καὶ σφαγὴν ἐρωμένης, πολὺν ἀφῶνος χρόνον εἱστήκει, θαύματι καὶ φόβῳ καὶ λύπῃ συσχεθεὶς τὴν φωνήν, θαυμάσας μὲν ἐμὲ τῆς εὐτολμίας, δεῖξας δὲ πόλιν ἤν ἄνδρες οἰκοῦσιν ἐν δευτέρῳ ποιούμενοι τέκνα πατρίδος, ἀλγήσας δὲ φόνῳ καλῆς τε καὶ ποθουμένης, καὶ, τὸ γε (⁷) (⁴) Ed. et P., ἐμβαλλειν. B, ἐμβαλαιν. τῆς ἀθυμίας ἀόρητον, δι' αὐτὸν ἐσφαγμένης (¹). Μόλις δ' οὖν αὐτὸν ἀνακτήσασθαι δυνήεις, ἀναχώρησιν τε σημαίνας τοῖς ὑπηκόοις, ἀπῆει, πολλὰ δηλαδὴ μεμνημένος ἐμοῦ τε καὶ τῆς ἐμῆς ἐγκρατείας, καὶ πρὸς τὴν τύχην, ὡς εἴκος, σχετλιάζων ὅτι, τοῖς ὅπλοις κρατῶν, ἀπήλθε μὴ φέρων τοῦ πολέμου τὸ ἄθλον. Ἀπράκτων οὖν ἀπιόντων ἐπ' οἴκου τῶν ἐλπιζάντων ἀκονιτί (²) χειρούσθαι τὴν πόλιν, παντοδαποῖς ἐθεράπευσε τρόποις τῆς θυγατρὸς τὴν ὀσίαν, δάκρυσιν καὶ χοαῖς, καὶ τοῖς ἄλλοις πάσιν οἷς νομίζεται τοὺς ἀπελθόντας τιμᾶσθαι, καὶ τοιαύτην ἐγκολάψας εἰκόνα τῷ μνήματι. Γυνὴ μὲν ἐστὶ καθημένη τὸ φιλοτέχνημα· τὸ δὲ γυναικὸν ἐστιν ἡ Τυραννίς, λελυμένη τοὺς πλοκάμους καὶ καταφθὲς, καὶ λέγουσα τάδε : « Ἡ πάντων κρατεῖν ἐθελούσα Τυραννίς, « Ἄδ' ἐγὼ ἡ τλήμων ὀλόφυρμαι σύνεκα κόρης, « Τῇ ἐπὶ (³) πολλ' ἐπαθεν πεδιέουσά τε μαρναμένη τε ». Τοιαύτας (⁴) ὁ τύραννος ἀφήσιν, οἶμαι, φωνὰς δι' ἐμέ, ὁ πάλαι σοθήσας (⁵) ταῖς ἀπειλαῖς, ὁ πρῶην φοβήσας τοὺς ὅπλους.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
