# Opera 23.1

Choricius, Opera, 23.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/23.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/23.1

Ἐπεὶ δὲ Ὀρόντου μνήμην ἐποιήσαμην, ἕτερον εἰς νοῦν εἴληφα πο- /σταμόν, τὸν Αἰγύπτιον, καὶ τὴν τοῦ ποταμοῦ γείτονα πόλιν. Ἔμεῖ πρὸς ἄνδρα πάλαι μεθοδεύοντα λόγους ἐτι μειράκιον ὢν ἀπεδύσατο (¹), ἄρτι πρῶτον ἐν Ἑρμοῦ ταχθεῖς ἀθληταῖς (²), καὶ τέχνη καταπαλαίσας, ἐφ’ ἧ μέγα φρονῶν ἐκεῖνος ἐτύγχανεν, ἐστεφανωμένος ἀπήει. Ἀλκιβιάδης μὲν οὖν ὁ Κλεινίου, ἐπειδή νέος ὢν ἐτι τοὺς ὁμοτέχνους ἤνικα, χαυνούμενός τε (³) τῇ νίκῃ, καὶ τῷ μεγέθει διαρρυπτόμενος τῶν τιμῶν, κατὰ θραχύ τὸ σπουδαῖον ἔχαλα, καὶ ῥήτωρ ἀπέβη τῶν μὲν ἄλλων ἀμείνων, τῆς οἰκείας δὲ φύσεως ἤττων · ὁ δὲ, πάντων αὐτῷ σοφιστῶν τὰ πρῶτα νεμόντων εἰκότως, καὶ μέγαν ἑκάστου κόσμον ἠγοιμένου κερδαίνειν εἰ δεύτερος ὀνομάζοιτο, τὴν ἀπάντων ὑπερεβάλλετο προθυμίαν. Εἰσιὼν γὰρ τις οἴκαδε εἰς ἐκείνου, πλήθος ἑώρα βιβλίων παντοδαπῶν, ὧν τὸ μὲν ἀπετίθετο, τὸ δὲ ἀνειλῆφει · βίβλου δὲ εἶναι χωρὶς οὐδαμῶς ἐχαρτέρησεν (⁴). Ἐγὼ δὲ πρὸς ἐμαυτόν, ὡς ἑώρων ἤδη τῷ γήρα κεχυφότα (⁵), τὴν Ἀγαμέμνονος ἐποιούμην εὐχὴν, ἣν ὑπὲρ τοῦ Πυλίου ἐκεῖνος πεποίητο, τὴν Νέστορος μὲν πολιὰν ἕτερόν τινα νέον εὐχόμενος ἔχειν, μεταλαθεῖν δὲ τὸν Πύλιον τῆς ἥβης τοῦ νέου. Ταῦτα μὲν Ἀγαμέμνων εὐχεται Νέστορι, νεάζοντα τῇ σπουδῇ θεασάμενος (⁶)· ὁ δὲ Τυδεὼς τὴν ἀπληστία ν· αὐτοῦ θαυμάζει τῶν πόνων, ὥστε καὶ ὀνειδίζει προθυμίας ὑπερβολὴν νέος τῷ γέροντι, « Σχέτλιος » λέγων, « ἔστι, γεραῖέ · σὺ μὲν πόνου

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
