# Opera 236.2

Choricius, Opera, 236.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/236.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/236.2

Γενέσθαι μὲν οὖν καὶ τῆς κόρης ἡλικιωτὴν οὐκ ἀντειλέγω· οὐ μὴν ἐκεῖνο γε δέοσω, τὴν παρθένον ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ, ὥσπερ ἀφελῶς οὕτως προσέξβριφας (1), ἄμφω πρὸς ἀλλήλους εἰπὼν κακωτικόν τι παθεῖν, ὅπως ἅμα καλλωπίσης τὸν νέον, καὶ τὸ πᾶθος ἐλεεινότερον καταστήσης· ἀλλ’ οὐ προσίεται σοὺ τὴν λοιδορίαν ἡ πόλις. Εἰ γὰρ μὴ συνήδει πλείστῃ τῇ παιδὶ σωφροσύνην, οὐκ ἂν ὑπὲρ αὐτῆς εἴλετο τύραννον ἐπερχόμενον ὑπομεῖναι. Σὺ δὲ μαρτυροῦσαν παραγράφῃ τὴν πόλιν, ἡ γίνῃ τῇ τεθνεώσῃ τυράννου βαρύτερος. Ἐκεῖνος αὐτὴν πολλὴν ἐμαρτύρησεν εὐκοσμίαν, πόλεμον, εἰ διαμάρτοι, κηρύξας· οὐ γὰρ ἂν ἀπειλῆς ἠγᾶστο δεῖσθαι τοιαύτης, ὡς πειθαρχοῦντος εὐχολῶς τοῦ δήμου κόρην μὴ σωφρονούσαν ἐκδιδόναι. Τοῦτο γὰρ ἐστὶ τὸ δεινόν, ὅτι τοιαύτην ἀπέκτεινα(2)· τοῦτο γὰρ ἐστι(3) τὸ λαμπρόν, ὅτι τοιαύτην ὑπὲρ τῆς πατρίδος ἀνελεῖν ἀπετόλμησα (4). Σὺ δὲ δυοῖν ἐμοὶ πεπραγμένων, σωτηρίας καὶ φόνου, τῆς μὲν ὅλων, τοῦ δὲ μιᾶς καὶ μόνης παρθένου, οὔτε (5) ἀμφοτέρων προφέρειν βούλει τὴν μνήμην, οὔτε μόνου τοῦ μείζονος· ἀλλὰ, τὸ μείζον παραδραμὼν, τὸ ἔλαττον εἰσάγεις εἰς μέσον, καὶ, τὴν ἐμὴν κλέπτω (6) εὐεργεσίαν, τὴν συμφορὰν ὀνειδίζεις, ἐπιστάμενος ὅτι, κἂν ὅλῃ πατρίδι φόνος λυσίτελῃ, τοὔνομά γε εὐδιάβλητον ἔχει. Ὅθεν γυμνὸν προφέρεις τὸν φόνον, ἀφελὼν ἐκ τοῦ γενομένου τὴν τοῦ πεποιηκότος προαίρεσιν, καὶ μισότεχνον ὀνομάζεις τὸν μισοτύραννον, ἢ πανουργίᾳ συκοφαντῶν, ἢ γνώμης ἀσθενείᾳ τὸ τῆς ἀρετῆς ὕψος εἰς ὠμότητος ὑποψίαν λαμβάνων. Οἳς γὰρ οὐ πρόσσεστι μεγαλόψυχον ἦθος ὡς παῖδας θανατῶσαι ὑπὲρ (7) πατρίδος, ἐκεῖνοι τὸν τοῦτο διαπραξάμενον, ἐκ τῆς αὐτῆς (8) δοκιμάζοντες ἀνδρείας, οὐχ ὑπερβαίνειν ἡγοῦνται.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
