# Opera 240.4

Choricius, Opera, 240.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/240.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/240.4

(¹) Ed., ἀφθαρτος. P, ἀφρακτος. (⁶) Forsan, ἀλλ’ οὖν ἄλλοις ἄλλας. γεν ἐπὶ φόνον ἡ μήτηρ τὴν παῖδα κεκοσμημένην, ὥσπερ ἐπὶ θάλαμον ἀγουσα. Εἶτα, κινδύνου τοσούτου περιεστῶτος ἡμῖν, οὐδὲ γυναικὸς εὐ-τολμίαν ἔχρῆν με ζηλῶσαι; Ἔρχεθεις μὲν οὖν (οὐ γὰρ ἡ τοῦτου θυγά-τηρ πρόφασίς ἦν τοῦ τὰς Ἀθῆνας ἐνοχλοῦντος πολέμου) τοιαύτης εἰκό-τως ἐδεῖτο μαντείας εἰσῃγουμένης, ὅπως ἂν ἡ πόλις αὐτῷ διαφύγοι τὸν κίνδυνον · ἡμῖν δὲ πᾶσιν ὁ πόλεμος ὑπῆρχε περιφανὴς ὧν τε γέγονεν, ὅπως τε παύσεται. Αὐτὸ τοίνυν ἠγοῦμαι τὸ δίκαιον ταύτῃ ἐμοὶ τὴν ἔννοιαν ἐμβαλεῖν (¹), πάσης ἡμῖν ἑτέρας ἀσφαλείας ἀπούσης. Ὅτι γὰρ εἰς ἀπορίαν ἐσχάτην ἡ σωτηρία συνῆλθεν τῶν οἰκητόρων, καὶ οὐδεὶς οὔτε τὸν πλησίον, οὔτε (²) αὐτὸς αὐτὸν εἶχεν ἐξαπατᾶν ὡς ἔνεστί πως καταφυγὴν ἑτέραν εὑρεῖν, αὐτὸς διαβρήδην ὁ τοῦ κατηγόρου παῖς ἐμαρ-τύρησεν. Οὐ γὰρ, τῶν πολεμίων ἡμῖν εὐθὺς προσβαλόντων, τὴν χώραν ἀνεῖλον, ὥσπερ ἐπειγόμενος ἀποβαλεῖν τὸ θυγάτριον · οὐδὲ σπουδὴ γέ-γονέ μοι τὸν φόνον κρύψαι τῶν ἄλλων τολμῆσαι, καθάπερ εὐλαβομένῳ μὴ προαισθόμενός τις κωλύσῃ· τοῦναντίον μὲν οὖν κωλύσοντά μέ τινα περιῆλθον ζητῶν, καὶ πολλοῖς, ἐξεπίτνδης τὴν περὶ τοῦ φόνου προεῖπον βουλήν, ὅπως, εἰ τις ἐμπόδιον γένοιτο κρείττονα γνώμην εὕρων, ἄμφω κερδάνω, καὶ τὸ φείσασθαι παιδὸς καὶ τὸ δοῦναι περὶ πολλοῦ τὴν πα-τρίδα ποιεῖσθαι. Πάντων οὖν μελετωμένην μοι τὴν σφαγὴν αἰσθομένων, ἔδει τὸν καλὸν ἔραστην, εἴπερ ἕτερον σωθῆναι τρόπον ἔνην, ἐμέ τε (³) ἀποστρέψαι τοῦ φόνου, καὶ δεηθῆναι τοῦ δήμου χειροτονεῖν αὐτὸν στρα-τηγὸν καὶ δύναμιν ὡς ἐκ τῶν ὑπαρχόντων διδόναι, ἢ καὶ ἀπλῆν τινα(⁴) ἀσφάλειαν μεταλθεῖν. Ταῦτα ποιήσαι τὸν νεανίαν ἔδει, πλὴν εἰ μὴ τε-θνεώσης ἥρασθη τῆς χώρας. Ἄλλ' οὐκ ἦν, ὡς δοκεῖν, ἕτερος πόρος οὐ-δεὶς · οὐδὲ γὰρ ἂν ἐμέ τε καὶ σέ, καὶ τὸν παῖδα τὸν σόν, καὶ πόλιν διε-λάθεν ὁλην.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
