# Opera 257.1

Choricius, Opera, 257.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/257.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/257.1

ὅπως αἰσχύνοντο μᾶλλον ὁ δῆμος εἰ, τῶν πραγμάτων δυοῖν δεομένων, μηδ' ἑτέραν ἐκπέμπει 1. Τοιαύτη συμβουλεύων ὁ Μενοντίου μεθόδῳ πιθανὸς πολλάχθὲν ἔσται τῷ νεανίσκῳ, ἐρεθίζων τὴν ῥώμην, ἐπαίρων τὸ φρόνημα, τὴν ἐπιθυμίαν ψυχαγωγῶν, εἰς ἕλεον τὴν ὀργὴν μεταφέρων, αἰδεῖσθαι παρασκευάζων τὴν γνώμην, παροξύνων μὲν ταῖς Ἑκτορος ἀριστείαις (ζηλοτυπεῖ γὰρ ἐκτόπως τὸν ἄνθρωπον), κουφίζων δὲ πολλοῖς ἐγκωμίοις φιλότιμον 2 φύσιν, ἄγων 3 ἐν μνήμῃ τῆς Βρισηΐδος (ἐρωτικός γὰρ ὁ ἀνήρ), εἰς οἶκτον δὲ κάμπτων οἷς ὀλοφύρεται τῶν Ἑλλήνων τὰ πάθη, ἐρυθριᾶν δὲ ποιῶν 4 οἷς ὀνειδίζει τὴν ἀμετρίαν αὐτῷ τῆς ὀργῆς. Ὁ γὰρ ἂν φθόγγαιτο Πάτροκλος ἐλευθέρων ὑποψίας παρ' Ἀχιλλεῖ, τῆς ἐταιρίας 5 οὐδὲν ἴσως δοκεῖν ὑπουλον ἔχειν. Οὐ μὴν, τῇ φιλίᾳ τὸ πᾶν ἐπιτρέψας, βαθυμώθερον κυβερνήσει τὸν λογισμόν· οὐ γὰρ τὸν ἐξ οὐρίας πον πλεόντα 6 τῷ πνεύματι χρὴ παραδιδόναι τοὺς οἴακας· ἀλλὰ δεῖξει μὲν πάλαι μετεγνωκότα τὸν βασιλέα, διηγήσεται δὲ τὰ συμβάντα τοῖς Ἀχαιοῖς μετὰ 7 τὴν Ἀχιλλέως διάστασιν 8· τὰς μὲν ἀτυχίας 9 διεξιὼν, εἰ δὲ πού τινος 10 εὐημερίας ἢ νυκτερινῆς εὐπραγίας ἐλάθοντό παρατρέχων, μὴ πως ἀμβλύνῃ τὴν ἄγουσαν ἐπὶ τὸν οἶκτον παράληψιν, καὶ δόξῃ ἐρώντα στρατιώτην λυτῆση, βουλόμενον 11, ἀπόντος αὐτοῦ, μηδὲν ἰσχύειν τὸ στράτευμα.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
