# Opera 26.7

Choricius, Opera, 26.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/26.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/26.7

οἱ δὴ δ’ οὐν ποτε τοῦτο ἐποιοῦν, γεγονώς (¹). Εἰ γὰρ καὶ τινα ἐκείνῳ καλῶν, φατὴν ἂν αὐτοῦ σιν, ἀλλὰ τοῖς ἔργοις ἀπεδείκνυ τὴν ἐπιστήμην. Πολλοῖς ὀρφανίας οὐ γέγονεν αἰσθησις, πολλοῖς ἡ χρησιὰ κούφον ἔφαυν, ψυχαγωγούντος ἐκείνου τὰ πάθη. Οὐδεμίαν (1) δὲ μάχην ἧττηθῆ πρὸς αἰσχρὰν ἀγωνιζόμενος ἡδονήν. Πολλοὺς μὲν (2) ἀτόποις προσκειμένους ἐπιθυμίαις ἀνέπεισε σωφρονεῖν. Ἐτι τοίνυν αὐτῷ δίαιτα ἦν οὐ πολυτελὴς (3), οὐ παρατρέχουσα Λάκωνος τράπεζαν· ἀλλ’ εἴπου τινὰς, ὁρτῆς ἀγομένης, εἰστίασεν, ἀβροτέραν μὲν τῆς συνήθους ἐτέλει τὴν εὐωχίαν, ἵσθιὲ τε πλεόν τῶν εἰωθότων οὐδέν · ἐσχηματίζετο δὲ τοῦτο ποιεῖν τοὺς παρόντας βλέπων. Καὶ τὸν τῶν σιτίων καιρὸν οὐ πρὸς τρυφὴν ἀπλῶς καὶ γαστρὸς ἡδονὴν ἐδαπάνα, διηγήμασι δὲ σοφοῖς ὁμοῦ καὶ τερπνοῖς ἡδίων τὴν θοίνην (4) τοῖς ἐστιωμένοις ἐποίει. Ἐγενέμην κἀγὼ τῶν δαιτυμόνων πολλάκις, καὶ πείραν, οὐχ ἀκοήν, ὑμῖν διηγοῦμαι (5).

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
