# Opera 266.1

Choricius, Opera, 266.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/266.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/266.1

πέτας ἐκπλεῦσαι τοῖς Ἕλλησι καταλιπόντες, συγκαλέσας Ἀγαμέμνον τὸ πλῆθος, εἶτα παρελθὼν εἰς μέσους, τέως μὲν ἔκλαιε 1 σιωπῇ κῦπτον εἰς γῆν (θέαμα πικρόν, Ἀχιλλεῦ, βασιλεῦς ἐν ὑπῤᾱοῖσι δακρύων! ἢ που κατέσταξε 2 τῆς ἀλουργίδος καὶ τοῦ σκήπτρου τὰ δάκρυα)· ὡς δ' οὖν ἀνοικάζας ἀφήκε φωνὰς ἀθλιωτέρας τῶν ὀδυρμῶν, θρηνῶν μὲν τοὺς ἐθριμμένους, δειδιὼς δὲ καὶ τρέμων ὑπὲρ τῶν ὑπολοίπων, καὶ κατεπειγὼν εἰς ἀναχώρησιν λίαν ἀπάδουσαν 3 ἡγεμόνος συμβόλου, καὶ τῆς ὑπερηφάνου παρασκευῆς 4. Καθελκομένου τοίνυν ἤδη τοῦ ναυτικοῦ, ἐπειδὴ τῶν Ἀχιλλέως ὁ Νέστωρ ἐμνήσθη διαλλαγῶν, εὐθὺς ὁ δρασμὸς ὀπεγώρει· τὸν γὰρ Μυκηναίων εἶδεν ὁ Πύλιος οἴκοθεν ταῦτα βεβουλευμένον 5. Οὐκοῦν ἐξεπλάγη τῇ νουθεσίᾳ τὴν ἀκοήν, οὐχ εἰ δεῖ 6 πειθαρχεῖν ἐλογίσατο· ἀλλ' ὡςπερ αὐτὸς τῷ Νέστορι 7 προειπὼν εἰσηγήσασθαι τὴν βουλήν, ἵνα πιθανωτέρα φανῇ, σοφοῦ παραίνοντος πρεσβύτου, οὕτω δειδιὼς, τὴν γνώμην ἐπεσφραγίσατο, καὶ τὴν ἑαυτοῦ περὶ 8 σὲ παροινίαν ἐπὶ τοῦ συλλόγου μεμιῆμένος, οὐ τοῦτο μόνον φήθη πρὸς ἀπολογίαν ἀρκεῖν 9· καὶ ταῦτα τοὺς ὑδρισμένους εἰδὼς μετρίαν πολλάκις θεραπείαν νομίζοντας 10 τὴν ὁμολογίαν τοῦ πλημμελήσαντος, ἄλλως τε ὅταν σεμνότερος ἢ τὴν ἀξίαν· μέγιστον δὲ πάντων ἀξιωμάτων ἡγεμονία. Οὐ μὴν ἀπέχρησεν Ἀγαμέμνονι τοῦτόν σε μόνον τιμῆσαι τὸν τρόπον 11· ἀλλὰ παρὰ 12 τὰς ὅας ἐφοίτησε θύρας δ

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
