# Opera 269.5

Choricius, Opera, 269.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/269.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/269.5

(10) Ed., ἀνδρεία καί. P, ἀνδρία μὲν καί · « ἀνδρία μὲν καὶ Βαγ. » R. τῶν οὐρανίων, ὧν αἰσθάνεται τὴν ἰσχύν, τοσαύτας σφάλλουσαν ἀρετάς· ἔδειξε δὲ τοῦ λοιποῦ παρενεχλοῦντος τοῖς Ἕλλησιν, ὡς ἔμαθεν ὑποστέλλεσθαι τὰ θεία καὶ σέβειν. Ἄκουε γὰρ ἡλίκην ἐγκράτειαν ἐπεδείξατο τῷ πρὸς Ἀπόλλωνα φόβῳ. Εἶδεν ἀπιοῦσαν τὴν ἐρωμένην, ἔδωκε προῖχα τὴν χόρην ἣν πολλῶν οὐ πέπραχε λύτρων 1. Εἰ μὲν οὖν ἀνόνητος Ἀγαμέμνονι γέγονεν ἡ πρὸς τὸν Ἀπόλλω τιμή, πάλιν ἂν ἴσως ὑπερεφρόνει τῶν Ὀλυμπίων 2· οὕτω πολλοὶ 3 τιμῶντες τὸ θεῖον, οὐ ταχεῖαν ἐξ ὧν τιμῶσιν ὠφέλειαν αἰσθόμενοι, πρὸς ἀσέβειαν εὐκόλως ὑποσχελίζονται. Ἐπεὶ δὲ ἅμα τε τὴν Χρυσῖδα παρέσχε 4, καὶ τῶν Ἑλλήνων ἡ νόσος ἀπῆλθε, πῶθεν ἐπιорχῆιν ὑποπτεύομεν ἄνδρα παντοδαπλὴν εἰληφότα πείραν δαιμονίας ῥοπῆς; δύο γὰρ ἀφορμαὶ κινλοῦσιν ἄνθρώπους εἰς θεῶν ἐπιμέλειαν, τιμωρίαι 5 τε δυσσεβείας καὶ γνώμης εὐσεβοῦς ἀμοιβαί· ὧν ἀμφοτέρων ἐκεῖνος φαίνεται μετασχύων.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
