# Opera 328.1

Choricius, Opera, 328.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/328.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/328.1

Τοῦ κυροῦ Στεφάνου περὶ τοῦ κήπου. — Οὕτως ἄρα θαλλὼν ὁ κή-πος ἦν, ὥστε μὴ μόνον θέρους, ἀλλὰ καὶ ὅτε φθίνει τὰ τῶν καρπῶν, ἔχειν δ τι (cod. ὅτε) φιλοφρονήσεται τοὺς ἑμοὺς· ἐλπίζω δ' ὅτι καὶ ἀρ-χομένου χειμῶνος καὶ λήγοντος. Οὐδὲ γὰρ τῶν τῆς ὥρας ἀνέχεται χαλε-πῶν, τῷ γε (cod., τόγε) πάντοθεν πρὸς αὐτὰ πεφράχθαι καὶ περιειρ-γέσθαι. Πεποίηται γὰρ οὕτως· οὐκ ἀηδῶς δὲ πάντως ἀκούσεις παίζοντος, ὅτι δὴ καὶ αὐτὸς ἡδονῶν τοιούτων γέμεις καὶ χαρίτων πάλαι τυγχάνεις μεστός. Τὰ μὲν γὰρ ἐπὶ θάτερᾳ τῇ κήπῳ πλευρὰ τοῖς οἰκοδομήμασιν ἀποφράγνυται· καὶ οὔτε (cod. οὕτω) βορβὸς ἐν αὐτῷ δριμὺς, οὔτε μὴν νότος πολὺς, οὕτος μὲν ὀμίχλην συγχην, ἐκεῖνος δὲ πυκνὴν ἀγῶν χάλασαν, ἥ δὴ δένδροις, μάλιστα δὲ ἡμέροις πολεμιώτατα· μόνῳ δὲ τῷ πρὸς ἕω τε καὶ πρὸς δύσιν, τῷ μὲν, τῷ (addo εὐφῶ), ἐξ ἀνατολῆς ἀνεῖται, τῷ δὲ, τῷ ζεφύρῳ, τρυφᾷ. Ὥστε δ φησιν Ὅμηρος (Od. 6, 42...), περὶ τοῦ τῶν θεῶν ἕδους ἄδων ἀσφαλῶς, ὡς « οὔτ' ἀνέμοισι τινάσσεται, οὔτε χιόνι ἐπιπίλναται », τοῦτο δὴ καὶ περὶ τοῦδε δικαίως φαίνην ἄν. Πλὴν ὅσον καταπνέεται μὲν, ἀλλ' ὅσον μέτριον, καὶ κατάρ-δεταί μὲν, ἀλλ' ὅσον αὐτάρκης, καὶ νίφεται μὲν, ἀλλ' ὅσον εὐφορὸν καὶ τὴν ἰσχύν τὴν ἰσὴν τῇ βίᾳ τηρεῖ, ἐπιτθόδιον τε καὶ γόνιμον (fors. ὧν addendum). Καὶ οὕτω τῶν τῆς ὥρας ἀπολαύων καλῶν, τῇ τῆς θέσεως εὐκαιρίᾳ μετέχειν οὐκ ἔχει τῶν χαλεπῶν. Τὸ δ' αὐτὸ φημί, τὸ οὕτως αὐτὸν ἀποστατεῖχίσαι, καὶ τοῦ μήτε πάγνη τὴν ἄνθη, μήτ' αἰφνιδίῳ θαλπεῖ τὴν βλάστην ἀποεάλλειν καθέστηκεν αἴτιον. Οὔτε γὰρ ἐκείνη τοὺς καρποὺς λυπεῖ, οὔτε μετ' αὐτὴν ἢ τὸν ὀμβρὸν πολλάκις ἀκτὶς ἀθρόα καὶ δριμεῖά τις προσπεσοῦσα, καθάπερ ἐν ἄλλοις, καταρρεῖν ποιεῖ·

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
