# Opera 330.1

Choricius, Opera, 330.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/330.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/330.1

Nova pp. 81, 188)· ὡς ἔγωγε τὴν μὲν γλῶτταν, εἰ μὴ μόνον ἑαυτῆς νῦν, ἀλλὰ καὶ τῶν ἄλλων ἔχοι (c. ἔχει nunc, prius ἔχει) κρατεῖν, ἀκριβῶς μὲν οὐκ ἂν εἰδείην· σφαλερὸς γάρ τις ἕκαστος ἑαυτῷ κριτής, ἄλλως τε καὶ πάλαι τούτου κατατολήσας, ἐξότου περὶ (sic codex) φιλοσοφίας ἠγάμην καὶ ἀληθείας ἐφρόντισα, δσα δὲ σοι καὶ περὶ τούτων ἀ τέλεον (sic codex) ἀπεσπούδασα. Πάλαι μὲν γάρ, ὦ φίλτατε, τοῦ καιροῦ πολὺ τε τὸ θέλγον κάκ πολλῶν ἔχοντος, ἀμφὶ τοὺς λειμῶνας καὶ αὐτὸς εἶχον, καὶ ἱππασίας ἤρων, πώλων τε ἀρεταῖς καὶ ἀγρῶν ἐτερπόμην χάρισι, καὶ τοῖς ἄλλοις οἷς οἷστα ἡδόμεν· νυνὶ δὲ μοι, τοῦ καιροῦ τούτα, μέλλον δὲ τοῦ θεοῦ, μετὰ τῶν ἄλλων στήσαντος, ἐν χεροὶν τε ἡ βίβλος καὶ δεῖ τοὺς θαλάμους περιλαλεῖν, τούναντίον ταῖς χειλίδσι πράττοντα καὶ τοῖς ἄλλοις τῶν ψειχῶν. Τὰ μὲν γὰρ ἡρὶ καὶ θέρει, ἐγὼ δὲ χειμῶνος τὰ Μουσῶν ἀνελίττω μέλη· καὶ δι’ ἡμέρας ταῦτα μὲν οὖ, τὰ δὲ τῶν σοφιστῶν, τὰ δὲ τῶν ὡς ἀληθῶς σοφῶν, τῶν περὶ μουσικὴν ἐσχολακῶτων (cod. ἐσχολακότα) φημί, κινῶ, καὶ νυκτὸς αὐθὶς παρατιθώ· καὶ τούτου παυσάμενος ἀνακινῶ καὶ αὐτὸς τὴν γλῶτταν, καὶ τοῦ τὰ κάλλιστα τῶν θεωρημάτων διὰ ταύτης ἀγεῖν ἀποπειρῶμαι, καὶ οὕτω μόλις περὶ ὀρνίθων ῥῶδας τὴν φωνὴν ἴστω. Εἰ δὲ λαλίστερόν σοι ταῦτα καὶ παρὰ τὸ εἰωθὸς ἐπιστέλλω, καὶ εἰ οὕτως ἀφνω τὴν τῶν λόγων μορφὴν μετέβαλον, ὡσπερ ὁ Πρωτεύς τὸ πρόσωπον, πάλαι μὲν βραχυλογίᾳ χαίρων, νυνὶ δὲ ῥητορείᾳ, τέχνη ταῦτα θεσπίζει. Καὶ νόμος οὗτος, σοφέ, σοφῶν τῷ καιρῷ σύμμετρα ῥυθμίζεσθαι, καὶ πολὺτροπον εἶναι τὸ λέγειν, καὶ τοῖς πράγμασι συνεξομοιοῦν τὰ ῥήματα. Πολύμυθον μὲν οὖν ἡ ἀργία, καὶ δηλῶσι μὲν Φαιάκες καὶ ὁ τῶν Φαιάκων, δηλοῖ δὲ καὶ τῶν Κεφαλληνῶν ὁ βασιλεύς, ὁ μὲν τῷ σχολῇ καὶ μύθους λέγειν, οἱ δὲ τῷ ἀκούειν χαίροντες. Σύντομον δὲ τὸ πρακτικόν, καὶ κατὰ Πίνδαρον (Nem. 1, 39), πράξει μὲν ἔργοις σθένος, βουλαῖς δὲ φρήν.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
