# Opera 366.1

Choricius, Opera, 366.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/366.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/366.1

Βωμόν· οὐ γὰρ συμβαίνει ταῖς ὑμῶν περὶ τῶν δικαίων ψήφοις, πάντα μᾶλλον σώζων ἢ τὴν ἐπωνυμίαν. Οὐ γὰρ ὑπὲρ τῶν ἀδικουμένων, οὐδ’ ὑπὲρ τῶν κακῶς πασχόντων ἀδίκως, ἀλλ’ ὑπὲρ τῶν ἀδίκων καὶ μαιφόνων ἔστηκεν ὑμῖν· καὶ οὐδὲν ἔτι, ὦ Ἀθηναῖοι, καλῶσι μοιχοὺς μὲν ἀνατρέπειν τοὺς γάμους, τυμβωρύχους δὲ εἰς τοὺς ἀπελθόντας ὑβρίζειν, πλεονέκτας δὲ καὶ ἀδίκους καὶ παρανόμους χρῆσθαι τῇ φύσει, καὶ προδότας μὲν κατὰ τῆς πόλεως βουλεύεσθαι, δικαστὰς δὲ κλέπτειν καὶ ἀδικεῖν εἰς τὸν νομοθέτην, ἐνθυμουμένους ὡς ἂρα ἡ λήσουσι τὸν δῆμον ἀδικοῦντες, ἢ φωραθέντας ὁ Βωμὸς εὐθὺς παραιτήσεται. Ὁ γὰρ ἀδίκησαι βουλόμενος ἄμα τε ἐμνήσθη τοῦ Βωμοῦ καὶ εἰς τοὺς πέλας ὑβρισε, καὶ ἀντειπόντα ἀπέκτεινε, καὶ κατέφυγεν εὐθὺς εἰς αὐτόν. Καταφροντί δὲ οὐδεὶς παρέσχε πράγματα, καὶ, ἀπαλλάξας ἐκεῖθεν, αὐδὶς ἐγένετο ἐν τοῖς αὐτοῖς, καὶ κακίας κατέστη νομοθέτης τῷ δήμῳ, καὶ δεινὴν εἰσήγαγε νόσον τῇ πόλει. Ὁ γὰρ ἰδὼν ἀπαθῆ κακῶν τὸν πολλῶν ἀξίων θανάτων τοῖς αὐτοῖς ἐχρήσατο. Ὑπὲρ τοσούτων κακῶν ἔστηκεν ὑμῖν ὁ Βωμὸς οὕτος, ὦ Ἀθηναῖοι.

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
