# Opera 80.1

Choricius, Opera, 80.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/choricius-rhet-et-soph/opera/80.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/choricius-rhet-et-soph/opera/80.1

κατὰ φύσιν ὀργὴ τὸν ἐφ’ οἷς ὑπέστη θυμόν; ’Εν τούτοις 1 ὀλὴν ἐκδίδομεν τὴν διάνοιαν λύκαις ». Εἰ μὲν οὖν ἐνὴν ἀναλαβεῖν τὸν υἱὸν καὶ πάλιν γενέσθαι πατέρα, πάντως ἐπειρᾶτο τὸ ποθούμενον κατορθῶσαι · γενόμενος δὲ μεστὸς ἀθυμίας, οὐκ ἔχωρει φροντίδα μηχανωμένην ὅπως λήψεται δίκην. Ἄπαν μὲν γὰρ ἡ φύσις παιδίων ὥραιόν τε καὶ γέμον χαρίτων ὑποδεικνυσι τῷ πατρὶ 2. Εἰ δὲ καὶ τύχοι μόνον τεχθὲν, ἔτι μᾶλλον αὐτὸ καλλωπίζει τε καὶ κοσμεῖ · εἰ δὲ καὶ τεθνηὸς, τότε δὴ τοὺς γονεῖς εἰς ἄκρον εὐνοίας ἐκμαίνει. Τὸ δὲ αἴτιον · ἔτι μὲν ζῶντες οἱ παῖδες πολλὰ μὲν εὐφραίνουσι τοὺς τεκόντας, πολλὰ δὲ που καὶ ἀνίῳσι, τὰ μὲν οἳ’ ἂν τὸ νέον ἀμαρτάνοι 3 διαπρattόμενοι, τὰ δὲ ποικίλοις περιπίπτοντες πάθεσι · λαχόντων δὲ πέρας τοῦ βίου, τῶν μὲν λελυπηκότων οὐδὲν οἱ γονεῖς, μόνα δὲ τῶν παίδων τὰ τερπνὰ λογιζόμενοι, δεινῶς ἀποδύρονται 4. Τίνας οὖν οἴεσθε 5 τὸν οὕτω δυστυχῶς διακειμένον ἀφεῖναι 6 φωνάς; ἡ δήλον ὅτι τὸν ἀπελθόντα φιλοστοργοῖς ἐκάλεῖ προσογορίαις, τὸν παῖδα, τὸν μόνον, τὸν φίλτατον, τὸν γηροτρόφον ἐπονομάζων, τὸν μετὰ βραχὺ νυμφίον, μετὰ βραχὺ δὲ παίδων πατέρα. Οἷα γὰρ ἐφ’ ἐνὶ μόνῳ σαλεύων 7 τὸν βίον, ἤδη μνηστείαν αὐτῷ παρασκευάσας ἐτύγχανε, καὶ τοὺς

---

Choricius Rhet. et Soph., Opera. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000773.
