# Fragmenta 5-6

Chrysermus Corinthius, Fragmenta, 5 to 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysermus-corinthius/fragmenta/5

Γεννᾶται (sc. ad Pactolum fl.) δὲ βοτάνη πορφυράνθεμος, καλουμένη Χρυσοπόλη· πρὸς αὐτὴν γὰρ αἱ ἀστυγείτονες πόλεις τὸν ἀκέραιον χρυσὸν δοκιμάζουσιν· ἅμα γὰρ αὐτὸν χωνευθῆναι ἅπτουσι τὴν βοτάνην· καὶ ἐὰν μὲν ἀνόθευτον τὸ χρυσίον ᾖ, τὰ φύλλα χρυσοῦται, καὶ διατηρεῖ τῆς ὕλης τὴν οὐσίαν· ἐὰν δ ̓ ἐφθαρμένον ὑπάρχῃ, τὴν ἠλλαγμένην ὑγρασίαν ἀποπτύει, καθὼς Χρύσερμος ἐν γ’ Περὶ ποταμῶν. Γεννᾶται δ ̓ ἐν αὐτῷ (τῷ Εὐφράτῃ) λίθος Ἀστιγὴς (Ἀετίτης Stob.) καλούμενος, ὃν αἱ μαῖαι ταῖς δυστοκούσαις ἐπὶ τὰς γαστέρας ἐπιτιθέασι, καὶ παραχρῆμα τίκτουσι ἄτερ ἀλγηδόνος. Γεννᾶται δ ̓ ἐν αὐτῷ καὶ βοτάνη, Ἔξαλλα (Ἄξαλλα Stob.) καλουμένη, μεθερμηνευομένη θερμόν· ταύτην οἱ τεταρταίζοντες, ὅταν ἐπὶ τοῦ στήθους θῶσιν, ἀπαλλάττονται παραχρῆμα τῆς ἐπισημασίας· καθὼς ἱστορεῖ Χρύσερμος ἐν ιγ’ Περὶ ποταμῶν.

---

CHRYSERMUS CORINTHIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2195.tlg002.local002/.
