Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.100
Not analysed yet
Plutarchus quomodo adol. poët. aud. debeat p. 34b. Τὴν δ' ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν καὶ διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσιόδος εἰπών (Op. et D. 348) 'οὐδ’ ἄν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη’ καὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δαναμένων. Καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος (inc. fab. fr. 950 N) 'τίς δ’ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤνʼ; ὑπααουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὸν εἴρηκεν.