Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1001
Not analysed yet
Alexander Aphrod. de fato cp. 33 p. 205, 1 Bruns. τὸ δὲ λέγειν πλανᾶσθαι τοὺς οὐχ ἡγουμένους ἐν τῷ σῴζεσθαι τὴν καθ’ ὁρμὴν τῶν ζῴων ἐνέργειαν ἤδη σῴζεσθαι καὶ τὸ ἐφ’ ἡμῖν τῷ μὴ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς ὁρμῶσιν εἶναι, καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ μὴ ἐνέργημά τι τὸ ἐφ’ ἡμῖν ἐστι, καὶ λαβόντας ἐπὶ τούτῳ πάλιν ἐρωτᾶν, εἰ μὴ τῶν ἐνεργημάτων τὰ μὲν εἶναι δοκεῖ καθ’ ὁρμήν, τὰ δ’ οὐ καθ’ ὁρμήν, ὃ λαβόντας πάλιν προστιθέναι τούτῳ τὸ μὴ τῶν ἐνεργημάτων μέν, μὴ καθ’ ὁρμὴν δὲ εἶναί τι ἐφ’ ἡμῖν, οὗ καὶ αὐτοῦ συγχωρουμένου ἐπὶ τούτοις λαμβάνειν τὸ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς οὕτως ἐνεργοῦσιν εἶναι, ἐπειδὴ ἐν μηδενὶ τῶν ἄλλως ἐνεργουμένων ἐστί, καὶ διὰ τοῦτο λέγειν σῴζεσθαι κατ’ αὐτοὺς καὶ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ὃ δυνατὸν ὑφ’ ἡμῶν γενέσθαι τε καὶ μή, ἐπειδὴ καὶ τὰ οὕτως γενόμενα ἐν τοῖς καθ’ ὁρμὴν γινομένοις ἐστί, πῶς οὐ παντάπασιν ἀγνοούντων ταῦτα etc.