Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1007
Not analysed yet
Alexander Aphrod. quaestiones II 4 p. 50, 30 Bruns. εἰ ἐφ’ ἡμῖν ἐστι τοῦτο, οὗ τὸ ἀντείμενον ἐφ' ἡμῖν, τὸ οὗ τὸ ἀντικείμενον οὐκ ἐφ’ ἡμῖν, ἐκεῖνο οὐκ ἐφ’ ἡμῖν. τοῦ δ’ ἐφ’ ἡμῖν τὸ ἀντικείμενον οὐκ ἐφ’ ἡμῖν· τῷ γὰρ ἐφ’ ἡμῖν τὸ οὐκ ἐφ’ ἡμῖν ἀντικείμενον. οὐδὲ τὸ ἐφ’ ἡμῖν ἄρα ἐφ’ ἡμῖν. εἰ δὲ τὸ ἐφ’ ἡμῖν μὴ ἐφ' ἡμῖν, οὐδέν ἐστιν ἐφ’ ἡμῖν. καθ’ οὓς ἄρα ἐφ' ἡμῖν ἐστιν, οὗ καὶ τὸ ἀντικείμενον ἐφ' ἡμῖν, κατὰ τούτους οὐδέν ἐστιν ἐφ' ἡμῖν. ibidem II 5 p. 51, 20. τῷ ἐφ' ἡμῖν τι εἶναι ἀντίκειται τὸ μηδὲν εἶναι ἐφ' ἡμῖν. ⟨τὸ δὲ μηδὲν εἶναι ἐφ’ ἡμῖν⟩ ἀδύνατον. τὸ οὖν τῷ ἐφ' ἡμῖν τι εἶναι ἀντικείμενον ἀδύνατον. ἀλλὰ μὴν ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ’ εἱμαρμένην, εἴ γε ταῦτα καθ’ εἱμαρμένην γίνεται, οἷς τὰ ἀντικείμενα ἀδύνατόν ἐστιν ἢ εἶναι ἢ γενέσθαι. τὸ οὖν ἐφ' ἡμῖν τι εἶναι καθ’ εἱμαρμένην. τῷ δὲ ἐφ' ἡμῖν τι εἶναι καθ' εἱμαρμένην, σῴζοιτο ἂν τὸ ἐφ' ἡμῖν τι εἶναι κατὰ τοὺς ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην λέγοντας.