Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1014
Not analysed yet
Sextus adv. math. IX 86. εἴπερ τε ἐν γῇ καὶ θαλάσσῃ, πολλῆς οὔσης παχυμερείας, ποικίλα συνίσταται ζῷα ψυχικῆς τε καὶ αἰσθητικῆς μετέχοντα δυνάμεως, πολλῷ πιθανώτερόν ἐστιν ἐν τῷ ἀέρι, πολὺ τὸ καθαρὸν καὶ εἰλικρινὲς ἕχοντι παρὰ τὴν γῆν καὶ τὸ ὕδωρ, ἔμψυχά τινα καὶ νοερὰ συνίστασθαι ζῷα. καὶ τούτῳ συμφωνεῖ τὸ τοὺς Διοσκούρους ἀγαθούς τινας εἷναι δαίμονας, σωτῆρας εὐσέλμων νεῶν καὶ τὸ· (Hes. Op. et D. 252) τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ ἀθάνατοι Ζηνὸς φύλακες μερόπων ἀνθρώπων. ἀλλ’ εἰ ἐν τῷ ἀέρι πιθανὸν ὑπάρχειν ζῷα, πάντως εὔλογον καὶ ἐν τῷ αἰθέρι ζῴων εἶναι φύσιν, ὅθεν καὶ ἄνθρωποι νοερᾶς μετέχουσι δυνάμεως, ἐκεῖθεν αὐτὴν σπάσαντες. ὄντων δὲ αἰθερίων ζῴων καὶ κατὰ πολὺ τῶν ἐπιγείων ὑπερφέρειν δοκούντων τῷ ἄφθαρτα εἶναι καὶ ἀγέννητα, δοθήσεται καὶ θεοὺς ὑπάρχειν, τούτων μὴ διαφέροντας.