# Fragmenta Logica et Physica 1.1015

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.1015

Sextus adv. math. IX 95 (antecedit locus Xenoph. Mem. I 4, 8). τοιοῦτος μὲν οὖν ὁ τοῦ Ξενοφῶντός ἐστι λόγος, δύναμίν γε ἐπαγωγικὴν ἔχων καὶ τοιαύτην· γῆς πολλῆς οὔσης ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις, καὶ ὑγροῦ πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις· καὶ νοῦ ἄρα πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις. νοερὸς ἄρα ὁ κόσμος ἐστίν, καὶ διὰ τοῦτο θεός. (enarrantur deinde § 96 97 quae alii philosophi huic argumentationi obiecerant et refutantur). 98. ἔνεστι δὲ καὶ οὕτως τὸν αὐτὸν συνερωτᾶν λόγον. εἰ μὴ ἦν τι γεῶδες ἐν τῷ κόσμῳ, οὐδὲ ἐν σοί τι ἂν ἦν γεῶδες, καὶ εἰ μὴ ἦν τι ὑγρὸν ἐν κόσμῳ, οὐδ’ ἂν ἐν σοὶ ἦν τι ὑγρόν· καὶ ὁμοίως ἐπὶ ἀέρος καὶ πυρός· τοίνυν καὶ εἰ μὴ ἦν τις ἐν κόσμῳ νοῦς, οὐδ’ ἂν ἐν σοί τις ἧν νοῦς· ἔστι δέ γε ἐν σοί τις νοῦς· ἔστιν ἄρα καὶ ἐν κόσμῳ. καὶ διὰ τοῦτο νοερός ἐστιν ὁ κόσμος. νοερὸς δὲ ὢν καὶ θεὸς καθέστηκεν. τῆς δὲ αὐτῆς δυνάμεως ἐστι καὶ ὁ τοῦτον τὸν τρόπον ἔχων λόγος· ἆρά γε ἄγαλμα εὖ δεδημιουργημένον θεασάμενος διστάσειας ἄν, εἰ τεχνίτης νοῦς τοῦτο ἐποίησεν; ἢ οὔτ’ ἂν ἀπόσχοις τοῦ ὑπονοεῖν τι τοιοῦτον, ὡς καὶ θαυμάζειν τὴν περιττότητα τῆς δημιουργίας καὶ τὴν τέχνην; ἆρ’ οὖν ἐπὶ μὲν τούτων τὸν ἔξωθεν θεωρῶν τύπον προσμαρτυρεῖς τῷ κατεσκευακότι καὶ φὴς εἶναί τινα τὸν δημιουργόν, τὸν δὲ ἐν σοὶ ὁρῶν νοῦν, τοσαύτῃ ποικιλίᾳ διαφέροντα παντὸς ἀγάλματος καὶ πάσης γραφῆς, γεννητὸν ὄντα νομίζεις ἀπὸ τύχης γεγονέναι, οὐχὶ δὲ ὑπό τινος δημιουργοῦ δύναμιν καὶ σύνεσιν ὑπερβάλλουσαν ἔχοντος; ὅσπερ οὐκ ἂν ἄλλοθί που διατρίβοι ἢ ἐν τῷ κόσμῳ, διοικῶν αὐτὸν καὶ τὰ ἐν αὐτῷ γεννῶν τε καὶ αὔξων. οὗτος δέ ἐστι θεός. εἰσὶν ἄρα θεοί.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
