Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1016
Not analysed yet
Sextus adv. math. IX 111. πρὸς τούτοις καὶ ἀπὸ τῆς τοῦ κόσμου κινήσεως ἐπιχειροῦσι κατασκευάζειν τὴν τῶν θεῶν ὕπαρξιν οἵτε ἀπὸ τῆς Στοᾶς καὶ οἱ τούτοις συμπνέοντες. ὅτι γὰρ κινεῖται ὁ κόσμος πᾶς ἄν τις ὁμολογήσειεν ὑπὸ πολλῶν εἰς τοῦτο ἐναγόμενος. ἤτοι οὖν ὑπὸ φύσεως κινεῖται ἢ ὑπὸ προαιρέσεως ἢ ὑπὸ δίνης καὶ κατ’ ἀνάγκην. ἀλλ’ ὑπὸ μὲν δίνης καὶ κατ’ ἀνάγκην οὐκ εὔλογον. ἤτοι γὰρ ἄτακτός ἐστιν ἢ διατεταγμένη ἡ δίνη. καὶ εἰ μὲν ἄτακτος, οὐκ ἂν δυνηθείη τεταγμένως τι κινεῖν· εἰ δὲ μετὰ τάξεως τι κινεῖ καὶ συμφωνίας, θεία τις ἔσται καὶ δαιμόνιος· οὐ γὰρ ἄν ποτε τεταγμένως καὶ σωτηρίως τὸ ὅλον ἐκίνει μὴ νοερὰ καὶ θεία καθεστῶσα. τοιαύτη δὲ οὖσα οὐκέτι ἂν εἴη δίνη· ἄτακτον γάρ ἐστιν αὕτη καὶ ὀλιγοχρόνιον. ὥστε κατ’ ἀνάγκην μὲν καὶ ὑπὸ δίνης, ὡς ἔλεγον οἱ περὶ τὸν Δημόκριτον, οὐκ ἂν κινοῖτο ὁ κόσμος. καὶ μὴν οὐδὲ φύσει ἀφαντάστῳ, παρόσον ἡ νοερὰ φύσις ἀμείνων ἐστὶ ταύτης. ὁρῶνται δὲ τοιαῦται φύσεις ἐν κόσμῳ περιεχόμεναι. ἀνάγκη ἄρα καὶ αὐτὸν νοερὰν ἔχειν φύσιν, ὑφ’ ἧς τεταγμένως κινεῖται, ἥτις εὐθέως ἐστὶ θεός. (Sequuntur §115-120 duo alia argumenta a motu mundi ducta).