# Fragmenta Logica et Physica 1.1017

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.1017
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.1017
CTS URN: urn:cts:greekLit:tlg1264.tlg001:1.1017

Sextus adv. math. IX 123. σκοπῶμεν δὲ ἑξῆς καὶ τὸν τρόπον τῶν ἀκολουθούντων ἀτόπων τοῖς ἀναιροῦσι τὸ θεῖον. εἰ γὰρ μὴ εἰσὶ θεοί, οὐκ ἔστιν εὐσέβεια, μόνον τῶν αἱρετῶν ὑπάρχουσα. ἔστι γὰρ εὐσέβεια ἐπιστήμη θεῶν θεραπείας· τῶν δ’ ἀνυπάρκτων οὐ δύναταί τις εἶναι θεραπεία, ὅθεν οὐδὲ ἐπιστήμη τις περὶ ταύτην γενήσεται. － ὥστε εἰ μὴ εἰσὶ θεοί, ἀνύπαρκτός ἐστιν ἡ εὐσέβεια. ὑπάρχει δὲ εὐσέβεια· τοίνυν ῥητέον εἶναι θεούς. καὶ πάλιν εἰ μὴ εἰσὶ θεοί, ἀνύπαρκτός ἐστιν ἡ ὁσιότης, δικαιοσύνη τις οὖσα πρὸς θεούς· ἔστι δέ γε κατὰ τὰς κοινὰς ἐννοίας καὶ προλήψεις πάντων ἀνθρώπων ὁσιότης, καθό τι καὶ ὅσιόν ἐστιν. καὶ ⟨τὸ⟩ θεῖον ἄρα ἔστιν. εἴ γε μὴν μὴ εἰσὶ θεοί, ἀναιρεῖται σοφία, ἐπιστήμη οὖσα θείων τε καὶ ἀνθρωπείων πραγμάτων, — — οὐδὲ ἐπιστήμη τις ἔσται θείων καὶ ἀνθρωπείων πραγμάτων, ἀνθρώπων ⟨μὲν⟩ ὑπαρχόντων θεῶν δὲ μὴ ὑφεστώτων· ἄτοπον δέ γε λέγειν μὴ εἶναι σοφίαν· ἄτοπον ἄρα καὶ τὸ τοὺς θεοὺς ἀξιοῦν ἀνυπάρκτους. καὶ μὴν εἴπερ καὶ ἡ δικαιοσύνη κατὰ τὴν ἐπιπλοκὴν τῶν ἀνθρώπων πρός τε ἀλλήλους καὶ πρὸς θεοὺς εἰσῆκται, εἰ μὴ εἰσὶ θεοί, οὐδὲ δικαιοσύνη συστήσεται· ὅπερ ἄτοπον. － ῥητέον ἄρα καὶ θεοὺς ὑπάρχειν.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
