Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1045
Not analysed yet
Plutarchus de facie lunae cp. 12 p. 926c. αὐτὴ δ’ ἡ ψυχή, πρὸς Διός, εἶπον, οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε (scil. Stoici), καὶ ἀόρατος αἰσθητῷ; διὰ τοῦτ’ οὖν σώματι ψυχὴν μὴ λέγωμεν εἶναι μηδὲ νοῦ χρῆμα θεῖον *ὑπὸ βρίθους ἢ πάχους *οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῷ περιπολοῦν τε καὶ διϊπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων μεστὰς ὑγρότητας. Ὁ δὲ Ζεὺς ἡμῖν οὗτος οὐ τῇ μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δ’ ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῆμα γεγονὼς καὶ γιγνόμενος ἐν ταῖς μεταβολαῖς;