Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1047
Not analysed yet
Alexander Aphrod. de mixtione p. 226, 10 Bruns. ἐοίκασι δέ, δι’ ὧν λέγουσιν, εἶδος τῆς ὕλης λέγειν τὸν θεόν· εἰ γὰρ οὕτως ὁ θεὸς μέμικται τῇ ὕλῃ, κατ’ αὐτούς, ὡς ἐν τοῖς ζῴοις ἡ ψυχὴ τῷ σώματι, καὶ ἡ δύναμις τῆς ὕλης ἐστὶ ὁ θεός (φασὶ γὰρ τὴν ὕλην ποιεῖν τῇ ἐν αὐτῇ δυνάμει) εἶδος ⟨οὕτ⟩ως ἂν λέγοιεν αὐτῆς τὸν θεόν, ὡς τὴν ψυχὴν τοῦ σώματος καὶ τὴν δύναμιν τοῦ δυνάμει. ἀλλ’ εἰ τοῦτο, πῶς ἂν ἔτι ἡ ὕλη ἀνείδεος εἴη κατὰ τὸν αὑτῆς λόγον; εἴ γε τὸ συμμένειν αὐτῇ καὶ εἶναι ὕλῃ παρὰ τῆς οὔσης ἐν αὐτῇ δυνάμεως. μάλιστα δ’ ἐν τῇ ἐκπυρώσει φαίνεται κατ’ αὐτοὺς ὁ θεὸς τῆς ὕλης εἶδος ὤν, εἴγε ἐν τῷ πυρί, ὃ μόνον ἐστὶ κατ’ αὐτοὺς τότε, ἡ ὕλη καὶ ὁ θεὸς σῴζονται μόνοι. εἴη γὰρ ἂν ὁ θεὸς τότε εἶδος τὸ ἐπὶ τῇ ὕλῃ τοῦ πυρός. εἰ δὲ τοῦτο, μεταβάλλει δὲ τὸ πῦρ εἰς ἄλλα τινὰ σώματα, τὸ εἶδος ἀλλάσσον, εἴη ἂν ὁ θεὸς φθειρόμενος τότε etc.