Ancient Greek
1.1088 to 1.1089
Chrysippus, Fragmenta Logica et Physica 1.1088-1089
Not analysed yet
Scholia Hesiod. Theog. v. 459. ἡ δὲ ἐκτομὴ αὐτοῦ (scil. τοῦ κρόνου) οὕτως ἀναλύεται· ὅτι τοῦ Οὐρανοῦ καὶ τῆς γῆς μίξεως γενομένης ἐζῳογονεῖτο πολλά· εἶτα τοῦ χρόνου ἕκαστα διακρίναντος καὶ τὰ γεννηθέντα ἐκ τῆς πρὸς ἄλληλα μίξεως ζῳογονοῦντος ἐκτετμῆσθαι τὸν Οὐρανὸν εἴρηται. Etymologicum Magn. s. v. Κρόνος. Τὸν Κρόνον φασὶν ἐκ τοῦ κρᾶν καὶ κιρνᾶν ἕκαστα τῶν γενεθλιωμάτων καὶ μίξαι τὸ θῆλυ τῷ ἄρρενι. Χρύσιππος δέ φησιν [ὅτι] καθύγρων ὄντων τῶν ὅλων καὶ ὄμβρων καταφερομένων πολλῶν, τὴν ἔκκρισιν τούτων Κρόνον ὠνομάσθαι.