# Fragmenta Logica et Physica 1.1094-1100

Chrysippus, Fragmenta Logica et Physica, 1.1094 to 1.1100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.1094

Plutarchus in Amatorio cp. 13 p. 757 b. ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ (scil. Martis) κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. Macrobius Saturn. I 17, 7. Plato solem Ἀπόλλωνα scribit cognominatum ἀπὸ τοῦ ἀποπάλλειν τὰς ἀκτῖνας id est a iactu radiorum, Chrysippus Apollinem ὡς οὐχὶ τῶν πολλῶν καὶ φαύλων οὐσιῶν τοῦ πυρὸς ὄντα, primam enim nominis litteram retinere significationem negandi, ἢ ὅτι μόνος ἐστὶ καὶ οὐχὶ πολλοί. Iustinus Apol. I 64. Καὶ τὴν Ἀθηνᾶν δὲ ὁμοίως πονηρευόμενοι θυγατέρα τοῦ Διὸς ἔφασαν οὐκ ἀπὸ μίξεως, ἀλλ’ ἐπειδὴ ἐννοηθέντα τὸν θεὸν διὰ λόγου τὸν κόσμον ποιῆσαι ἔγνωσαν, ὡς τὴν πρώτην ἔννοιαν ἔφασαν τὴν Ἀθηνᾶν. Sextus adv. math. IX 40. τινὰ μὲν γὰρ λόγου ἴσως ἔχεται, καθάπερ τὸ τὴν γῆν θεὸν νομίζειν, οὐ τὴν αὐλακοτομουμένην ἢ ἀνασκαπτομένην οὐσίαν, ἀλλὰ τὴν διήκουσαν ἐν αὐτῇ δύναμιν καὶ καρποφόρον φύσιν καὶ ὄντως δαιμονιωτάτην. Ioannes Laurentius Lydus de mensibus IV 44 p. 212 ed. Röther. Ὁ δὲ Χρύσιππος οὐ Διώνην ἀλλὰ Διδόνην αὐτὴν ὀνομάζεσθαι ἀξιοῖ παρὰ τὸ ἐπιδιδόναι τὰς τῆς γενέσεως ἡδονάς, Κύπριν δὲ ὀνομασθῆναι παρὰ τὸ κύειν παρέχειν, καὶ Κυθερείην ὁμοίως παρὰ τὸ μὴ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις τὸ κύειν ἐπιδιδόναι. Plutarchus Quaest. Conviv. IX 14. Herodes rhetor dicit: ἐγὼ δὲ μεταποιοῦμαί τι καὶ τῆς Τερψιχόρης· εἴπερ, ὥς φησι Χρύσιππος, αὕτη τὸ περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον. Scholia in Aratum v. 1. μετέβη ἐπὶ τὸν κατ’ ἐπωνυμίαν Δία, τὸν φυσικόν, ὅς ἐστιν ἀήρ. καὶ γὰρ τὸν ἀέρα Δία λέγουσιν· οὗτος γάρ ἐστι κατὰ τοὺς Στωϊκοὺς ὁ διὰ πάντων διήκων. ἔνιοι γοῦν φασὶ τὸν Πρωτέα τοῦτον εἶναι τὸν ἀέρα. αἰνίττεται γὰρ καὶ Ὅμηρος λέγων γίγνετο δ’ ὑγρὸν ὕδωρ, καὶ δένδρον ὑψιπέτηλον καὶ πῦρ. οὗτος γάρ ἐστι πηγὴ πάντων.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
