Ancient Greek · ~1 min
1.1101 to 1.1102
Chrysippus, Fragmenta Logica et Physica 1.1101-1102
Not analysed yet
Aëtius Plac. I 8, 2. Θαλῆς Πυθαγόρας Πλάτων οἱ Στωϊκοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων· καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας. Diogenes Laërt. VII 151. φασὶ δὲ εἶναι καί τινας δαίμονας ἀνθρώπων συμπάθειαν ἔχοντας, ἐπόπτας τῶν ἀνθρωπείων πραγμάτων· καὶ ἥρωας τὰς ὑπολελειμμένας τῶν σπουδαίων ψυχάς.