# Fragmenta Logica et Physica 1.1116

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.1116

Clemens Al. Paedag. I 8 p. 136 Pott. τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος πάντως ἄν που κρεῖττον εἴη. τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἔν. ὠφελεῖ ἄρα τὸ ἀγαθόν. Ἀγαθὸς δὲ ὁ θεὸς ὁμολογεῖται· ὠφελεῖ ἄρα ὁ θεός. Τὸ δὲ ἀγαθὸν ᾗ ἀγαθόν ἐστιν οὐδὲν ἄλλο ποιεῖ ἢ ὅτι ὠφελεῖ· πάντα ἄρα ὠφελεῖ ὁ θεός. Καὶ οὐ δήπου ὠφελεῖ μέν τι τὸν ἄνθρωπον, οὐχὶ δὲ κήδεται αὐτοῦ, οὐδὲ κήδεται μέν, οὐχὶ δὲ καὶ ἐπιμελεῖται αὐτοῦ· κρεῖττον μὲν γὰρ τὸ κατὰ γνώμην ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος κατὰ γνώμην· τοῦ δὲ θεοῦ κρεῖττον οὐδέν· καὶ οὐκ ἄλλο τι ἐστὶ τὸ κατὰ γνώμην ὠφελεῖν, εἰ μὴ ἐπιμελεῖσθαι [τοῦ ἀνθρώπου]. κήδεται ἄρα καὶ ἐπιμελεῖται τοῦ ἀνθρώπου ὁ θεός. — — － τὸ δὲ ἀγαθὸν εἶναι οὐ τῷ τὴν ἀρετὴν ἔχειν ἀγαθὸν εἶναι λέγεται· καθὸ καὶ ἡ δικαοσύνη ἀγαθὸν εἷναι λέγεται οὐ τῳ ἀρετὴν ἔχειν, ἀρετὴ γάρ ἐστιν αὐτή, ἀλλὰ τῷ αὐτὴν καθ’ αὑτὴν καὶ δι’ αὑτὴν ἀγαθὴν εἶναι etc.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
