Ancient Greek · ~9 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1118
Not analysed yet
Alexander Aphrod. Quaest. II 21 p. 68, 19 Bruns. τὸ γὰρ ——τοὺς θεοὺς λέγειν διὰ τὴν τῶν θνητῶν σωτηρίαν τὰς οἰκείας ἐνεργείας ἐνεργεῖν παντελῶς ἀλλότριον θεῶν· παραπλήσιον γὰρ τοῦτο τῷ λέγοντι τοὺς ἐλευθέρους καὶ τοὺς δεσπότας τῶν οἰκετῶν εἶναι χάριν etc. ibid. 28. καίτοι γε ἐπὶ μὲν τῶν δούλων καὶ τῶν δεσποτῶν ἔστιν εἰπεῖν ἀντίδοσιν αὐτοῖς τινα γίγνεσθαι παρ' ἀλλήλων ——τὸ δὲ τὴν τῶν θεῶν σωτηρίαν δεῖσθαι λέγειν τῆς τῶν θνητῶν ἐνεργείας ἄτοπον ἂν εἶναι δόξειε παντάπασιν. Πῶς γὰρ οὔ; Ἄτοπον δὲ τούτῳ παραπλησίως καὶ τὸ τέλος καὶ τἀγαθὸν τῶν θεῶν εἶναι λέγειν ἐν τῇ τῶν θνητῶν τάξει τε καὶ προνοίᾳ. ——ἀλλ’ εἰ τὰς οἰκείας τὸ θεῖον ἐνεργήσει ἐνεργείας τῆς τῶν θνητῶν σωτηρίας, οὐχ αὑτοῦ χάριν, παντάπασιν ἂν δόξειε τῶν θνητῶν εἶναι χάριν. Ποιήσιε δὲ (scil. ὁ θεὸς) τοῦτο κατὰ τοὺς ἐν τῷ προνοεῖν τὴν οὐσίαν αὐτοῦ τιθεμένους. Τί γὰρ ἄλλο τὸ θεῖον ἔσται κατὰ τὸν γράφοντα· Επεὶ τί τὸ καταλειπόμενον ἢ τῆς χιόνος, ἂν ἀφέλῃ τὸ λευκὸν καὶ ψυχρόν; τί δὲ πυρός, ἂν τὸ θερμὸν σβέσῃς, μέλιτος δὲ τὸ γλυκύ καὶ ψυχῆς τὸ κινεῖσθαι καὶ τοῦ θεοῦ τὸ προνοεῖν; Εἰ γὰρ ἐν τῷ προνοεῖν τὸ εἶναι θεῷ κατὰ τὸν οὕτω λέγοντά τε καὶ γράφοντα etc. (impium esse hoc Stoicorum placitum Al. evincit). ibid. p. 70, 2. ἄτοπον δ’ ἂν ἕποιτο τοῖς ἀνατιθεῖσι μὲν πάντα τῇ προνοίᾳ, λέγουσι δὲ καὶ μόνον τὸ καλὸν ἀγαθὸν καὶ τοῦτ’ ἐφ’ ἡμῖν εἶναι τιθεμένοις· τινὸς ἀγαθοῦ τοῖς ἀνθρώποις κατ’ αὐτοὺς οὐχ οἷόν τε γίνεσθαι τὴν θείαν πρόνοιαν, ἐν ᾗ τὸ εἶναι τοῖς θεοῖς φασιν εἶναι. Cf. Olympiodorum ad Platonis Phaedon. p. 72 Finckh. πῶς δεσπόται ἡμῶν οἱ θεοί, εἴπερ ὁ δεσπότης οὐ τὸ τοῦ δούλου σκοπεῖ ἀγαθόν, ἀλλὰ τὸ ἑαυτοῦ; ταύτῃ γὰρ διαφέρει τοῦ ἄρχοντος. τί δὲ ἂν γένοιτο θεῷ ἀγαθὸν δι’ ἀνθρώπου; ἢ ἐκείνοις ἑκάτερον τῷ ἑτέρῳ σύνδρομον, φροντίζει δὲ καὶ ὁ τῇδε δεσπότης τοῦ δούλου. ἀλλὰ δι’ ἑαυτόν, φασὶν οἱ Στωϊκοί, ὥστε οὕτω γε καὶ οἱ θεοί· πάντα γὰρ ποιοῦσι δι’ ἑαυτοὺς προηγουμένως. ——-ἄρχουσι δὲ κατά τινα σύνταξιν τὴν πρὸς ἡμᾶς, καὶ μᾶλλον οἱ δουλεύοντες ἢ οἱ ἀρχόμενοι μετέχουσι τῶν θεῶν, ἅτε ὅλοι ἐκείνων γιγνόμενοι καὶ τὸ οἴκεον οὐ προστιθέντες.