Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1122
Not analysed yet
Origenes contra Celsum IV 79 Vol. I p. 349, 21 Kö. (p. 562 Delarue). εἴπερ γὰρ κατὰ πρόνοιαν ὁ κόσμος γεγένηται καὶ θεὸς ἐφέστηκε τοῖς ὅλοις, ἀναγκαῖον ἦν τὰ ζώπυρα τοῦ γένους τῶν ἀνθρώπων ἀρξάμενα ὑπό τινα γεγονέναι φρουρὰν τὴν ἀπὸ κρειττόνων, ὥστε κατ’ ἀρχὰς ἐπιμιξίαν γεγονέναι τῆς θείας φύσεως πρὸς τοὺς ἀνθρώπους, ἅπερ καὶ ὁ Ἀσκραῖος ποιητὴς ἐννοῶν εἶπε· ξυναὶ γὰρ τότε δαῖτες ἔσαν, ξυνοὶ δὲ θόωκοι ἀθανάτοισι θεοῖσι καταθνητοῖς τ’ ἀνθρώποις.